Book 2
18
Τιμόθεος ὁ Κώνωνος ὁ στρατηγὸς τῶν Ἀθηναίων ἀποστάς ποτε τῶν δείπνων τῶν πολυτελῶν καὶ τῶν ἑστιάσεων τῶν στρατηγικῶν ἐκείνων παραληφθεὶς ὑπὸ Πλάτωνος ἐς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς ἅμα καὶ μουσικῶς ἔφη πρὸς τοὺς οἰκείους ἐπανελθὼν ὅτι ἄρα οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς διάγουσιν. ἐκ δὴ τούτου διέβαλλε Τιμόθεος τὰ πολυτελῇ δεῖπνα καὶ φορτικὰ ὡς πάντως ἐς τὴν ὑστεραίαν οὐκ εὐφραίνοντα. λόγος δὲ καὶ ἐκεῖνος ἀδελφὸς τῷ προειρημένῳ καὶ ταὐτὸν νοῶν, οὐ μὴν τὰ αὐτὰ λέγων περίεισιν, ὅτι ἄρα τῇ ὑστεραίᾳ ὁ Τιμόθεος περιτυχὼν τῷ Πλάτωνι εἶπεν ʽὑμεῖς, ὦ Πλάτων, εὖ δειπνεῖτε μᾶλλον ἐς τὴν ὑστεραίαν ἢ ἐς τὴν παροῦσαν.
19
Ἀλέξανδρος ὅτε ἐνίκησε Δαρεῖον καὶ τὴν Περσῶν ἀρχὴν κατεκτήσατο, μέγα ἐφʼ ἑαυτῷ φρονῶν καὶ ὑπὸ τῆς εὐτυχίας τῆς περιλαβούσης αὐτὸν τότε ἐκθεούμενος, ἐπέστειλε τοῖς Ἕλλησι θεὸν αὐτὸν ψηφίσασθαι. γελοίως γε. οὐ γὰρ ἅπερ οὖν ἐκ τῆς φύσεως οὐκ εἶχε, ταῦτα ἐκ τῶν ἀνθρώπων αἰτῶν ἐκεῖνος ἐκέρδαινεν. ἄλλοι μὲν οὖν ἄλλα ἐψηφίσαντο, Λακεδαιμόνιοι δὲ ἐκεῖνα ʽἐπειδὴ Ἀλέξανδρος βούλεται θεὸς εἶναι, ἔστω θεόσʼ, Λακωνικῶς τε ἅμα καὶ κατὰ τὸν ἐπιχώριόν σφισι τρόπον ἐλέγξαντες τὴν ἔμπληξιν οἱ Λακεδαιμόνιοι τοῦ Ἀλεξάνδρου.