Book 14
37
φιλῶ δὲ μήτε τὰ ἀγάλματα, ὅσα ἡμῖν ἡ πλαστικὴ δείκνυσι, μήτε τὰς εἰκόνας ἀργῶς ὁρᾶν· ἔστι γάρ τι τῆς χειρουργίας σοφὸν καὶ ἐν τούτοις. καὶ πολλὰ μὲν καὶ ἄλλα δύναταί τις καταγνῶναι ἔχοντα ταύτῃ, ἐν δὲ τοῖς καὶ ἐκεῖνο. τῶν Μουσῶν οὐδεὶς οὐδέποτε οὔτε γραφικὸς ἀνὴρ οὔτε πλαστικὸς οἷός τε ἐγένετο ψευδίστατα καὶ κίβδηλα καὶ ἀλλότρια τῶν Διὸς θυγατέρων τὰ εἴδη παραστῆσαι ἡμῖν. ἢ τίς οὕτως νεανικῶς ἐμάνη δημιουργός, ὥστε ὡπλισμένας ἐργάσασθαι; ὁμολογεῖ δὲ τοῦτο ὅτι δεῖ τὸν ἐν Μούσαις βίον εἰρηνικόν τε ἅμα καὶ πρᾶον εἶναι καὶ ἄξιον ἐκείνων.
38
Ἐπαμεινώνδου τοῦ Θηβαίου πολλὰ μὲν καὶ ἄλλα καλὰ οἶδα, ἐν δὲ τοῖς καὶ τόδε. ἔλεγε πρὸς Πελοπίδαν μὴ πρότερον ἀπαλλάττεσθαι τῆς ἀγορᾶς πρὶν ἢ φίλον τοῖς ἀρχαίοις τινὰ προσπορίσαι νεώτερον.
39
ὁ Περσῶν βασιλεὺς ʽβούλομαι γάρ τι ὑμῖν καὶ φαιδρὸν εἰπεῖνʼ στέφανον ἐς μύρον βάψας ʽδιεπέπλεκτο δὲ ῥόδων ὁ στέφανοσʼ ἔπεμψεν Ἀνταλκίδᾳ πρεσβεύοντι ὑπὲρ εἰρήνης πρὸς αὐτόν. ὃ δὲ ʽδέχομαι μὲνʼ ἔφη ʽτὸ δῶρον καὶ ἐπαινῶ τὴν φιλοφροσύνην, ἀπώλεσας δὲ τὴν ὀσμὴν τῶν ῥόδων καὶ τὴν τῆς φύσεως εὐωδίαν διὰ τὴν ἐκ τῆς τέχνης κιβδηλίαν.
40
Ἀλέξανδρος ὁ Φεραίων τύραννος ἐν τοῖς μάλιστα ἔδοξεν ὠμότατος εἶναι. Θεοδώρου δὲ τοῦ τῆς τραγῳδίας ποιητοῦ ὑποκρινομένου τὴν Μερόπην σφόδρα ἐμπαθῶς, ὃ δὲ ἐς δάκρυα ἐξέπεσεν εἶτα ἐξανέστη τοῦ θεάτρου. ἀπολογούμενος δὲ ἔλεγε τῷ Θεοδώρῳ ὡς οὐ καταφρονήσας οὐδὲ ἀτιμάσας αὐτὸν ᾤχετο, ἀλλʼ αἰδούμενος εἰ τὰ μὲν τῶν ὑποκριτῶν πάθη οἷός τε ἦν ἐλεεῖν, τὰ δὲ τῶν ἑαυτοῦ πολιτῶν οὐχί.