Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 12

13 ἀφίκετο ἐξ Ἑλλησπόντου παρὰ τὴν Ἀττικὴν ἑταίραν τὴν Γνάθαιναν ἐραστὴς ἀνὴρ κατὰ κλέος αὐτῆς. παρὰ πότον οὖν πολὺς ἦν λαλῶν, καὶ ἐδόκει φορτικός. ὑπολαβοῦσα οὖν ἡ Γνάθαινα πρὸς αὐτὸν ἔφατο ʽεἶτα σὺ μέντοι λέγεισʼ ʽἥκειν ἐξ Ἑλλησπόντου;ʼ τοῦ δὲ ὁμολογήσαντος ʽκαὶ πῶσʼ εἶπεν ʽοὐκ ἔγνως τῶν ἐκεῖ πόλεων τὴν πρώτην;ʼ τοῦ δὲ εἰπόντος ʽκαὶ τίς ἐστιν αὕτη;ʼ ἣ δὲ ἀπεκρίνατο Σ̔ίγειον.ʼ καὶ ἐμμελῶς διὰ τοῦ ὀνόματος κατεσίγασεν ἄρα αὐτόν.
14 ὡραιότατοι καὶ ἐρασμιώτατοι λέγονται γενέσθαι Ἑλλήνων μὲν Ἀλκιβιάδης, Ῥωμαίων δὲ Σκηπίων. λέγουσι δὲ Δημήτριον τὸν Πολιορκητὴν ὥρας ἀμφισβητῆσαι. Ἀλέξανδρον δὲ τὸν Φιλίππου ἀπραγμόνως ὡραῖον γενέσθαι λέγουσι· τὴν μὲν γὰρ κόμην ἀνασεσύρθαι αὐτῷ, ξανθὴν δὲ εἶναι· ὑπαναφύεσθαι δέ τι ἐκ τοῦ εἴδους φοβερὸν τῷ Ἀλεξάνδρῳ λέγουσιν.
15 τὸν Ἡρακλῆ λέγουσι τὰς ἐν τοῖς ἄθλοις σπουδὰς διαναπαύειν ταῖς παιδιαῖς. ἔπαιζε δὲ ἄρα ὁ Διὸς καὶ Ἀλκμήνης μετὰ παιδίων πάνυ σφόδρα. τοῦτό τοι καὶ ὁ Εὐριπίδης ἡμῖν ὑπαινίττεται, ποιήσας τὸν αὐτὸν τοῦτον θεὸν λέγοντα παιζω· μεταβολὰς γὰρ πόνων ἀεὶ φιλῶ. λέγει δὲ τοῦτο παιδίον κατέχων. καὶ Σωκράτης δὲ κατελήφθη ποτὲ ὑπὸ Ἀλκιβιάδου παίζων μετὰ Λαμπροκλέους ἔτι νηπίου. Ἀγησίλαος δὲ κάλαμον περιβὰς ἵππευε μετὰ τοῦ υἱοῦ παιδὸς ὄντος, καὶ πρὸς τὸν γελάσαντα εἶπε ʽνῦν μὲν σιώπα, ὅταν δὲ γένῃ πατὴρ αὐτός, τότε ἐξαγορεύσεις.ʼ ἀλλὰ καὶ Ἀρχύτας ὁ Ταραντῖνος, πολιτικός τε καὶ φιλόσοφος ἀνὴρ γενόμενος, πολλοὺς ἔχων οἰκέτας, τοῖς αὐτῶν παιδίοις πάνυ σφόδρα ἐτέρπετο μετὰ τῶν οἰκοτρίβων παίζων· μάλιστα δὲ ἐφίλει τέρπεσθαι αὐτοῖς ἐν τοῖς συμποσίοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme