Book 12
35
ὅτι δύο Περίανδροι, ὃ μὲν σοφὸς ἦν, ὃ δὲ τύραννος. καὶ Μιλτιάδαι τρεῖς, ὁ τὴν Χερρόννησον κτίσας καὶ ὁ Κυψέλου καὶ ὁ Κίμωνος. Σίβυλλαι τέτταρες, ἡ Ἐρυθραία ἡ Σαμία ἡ Αἰγυπτία ἡ Σαρδιανή. οἳ δέ φασι καὶ ἑτέρας ἕξ, ὡς εἶναι τὰς πάσας δέκα, ὧν εἶναι καὶ τὴν Κυμαίαν καὶ τὴν Ἰουδαίαν. Βάκιδες τρεῖς, ὁ μὲν Ἐλεώνιος, ὁ δὲ Ἀθηναῖος, ὁ δὲ Ἀρκάς.
36
ἐοίκασιν οἱ ἀρχαῖοι ὑπὲρ τοῦ ἀριθμοῦ τῶν τῆς Νιόβης παίδων μὴ συνᾴδειν ἀλλήλοις. Ὅμηρος μὲν ἓξ λέγει ἄρρενας καὶ τοσαύτας κόρας, Λάσος δὲ δὶς ἑπτὰ λέγει, Ἡσίοδος δὲ ἐννέα καὶ δέκα, εἰ μὴ ἄρα οὐκ εἰσὶν Ἡσιόδου τὰ ἔπη, ἀλλʼ ὡς πολλὰ καὶ ἄλλα κατέψευσται αὐτοῦ. Ἀλκμὰν δέκα φησί, Μίμνερμος εἴκοσι, καὶ Πίνδαρος τοσούτους.
37
Ἀλέξανδρος ὅτε Βῆσσον ἐδίωκεν, ἐν ἀπορίᾳ γενόμενος τροφῶν, αὐτός τε ἥψατο τῶν καμήλων καὶ ὑποζυγίων ἄλλων καὶ οἱ σὺν αὐτῷ. τῶν τε ξύλων αὐτοὺς ἐπιλιπόντων ὠμὰ τὰ κρέα ἤσθιον. ἐπεκούρει δὲ αὐτοῖς τὸ σίλφιον πολὺ ὄν, ὥστε τὰς σάρκας συνεκπέττειν. Ἐν δὲ τῇ Βακτριανῇ οἱ στρατιῶται τὰς κώμας κατελάμβανον, ὅτι οἰκοῦνται ἐκ τοῦ καπνοῦ συνιέντες, καὶ τὴν χιόνα ἀφαιροῦντες τῶν θυρῶν.
38
οἱ Σακῶν ἵπποι, ἐὰν ἀποβάλῃ τις τὸν δεσπότην, ἐς τὸ ἀναβῆναι αὐτὸν παρέστηκεν. ἐὰν δέ τις γῆμαι βούληται παρθένον, μονομαχεῖ τῇ παιδί. καὶ κρατήσασα μὲν αἰχμάλωτον ἄγεται καὶ κρατεῖ αὐτοῦ καὶ ἄρχει· ἐὰν δὲ νικηθῇ, ἄρχεται. μονομαχοῦσι δὲ ἄχρι νίκης, οὐ μέχρι θανάτου. πενθοῦντες δὲ οἱ Σάκαι ἐς οἴκους τινὰς ὑπάντρους καὶ κατασκίους ἀποκρύπτονται.