Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 12

31 φέρε οἴνων Ἑλληνικῶν διὰ σπουδῆς ἰόντων ἐν τοῖς πάλαι ὀνόματα καταλέξω ὑμῖν. Πράμνειόν τινα ἐκάλουν, ἱερὸς δὲ ἦν ἄρα οὗτος τῆς Δήμητρος. καὶ Χῖος οἶνος ἐκ τῆς νήσου, καὶ Θάσιος ἄλλος, καὶ Λέσβιος. καὶ ἐπὶ τούτοις Γλυκύς τις ἐκαλεῖτο, πρέπων τῷ ὀνόματι τὴν γεῦσιν, καὶ Κρὴς ἄλλος. καὶ ἐν Συρακούσαις Πόλλιος· ἐκλήθη δὲ ἀπό τινος ἐγχωρίου βασιλέως. ἔπινον δὲ καὶ Κῶον οἶνον, καὶ οὕτως αὐτὸν ἐκάλουν· καὶ Ῥόδιον, κατὰ τὰ αὐτὰ ὀνομάζοντες. τί δέ; οὐκ ἐκεῖνα τοῖς Ἕλλησι τρυφῆς ἀπόδειξις; μύρῳ γὰρ οἶνον μιγνύντες οὕτως ἔπινον, καὶ ὑπερησπάζοντο τὴν τοιαύτην κρᾶσιν· καὶ ἐκαλεῖτο ὁ οἶνος Μυρίνης. μέμνηται δὲ αὐτοῦ Φιλιππίδης ὁ τῆς κωμῳδίας ποιητής.
32 Πυθαγόρας ὁ Σάμιος λευκὴν ἐσθῆτα ἤσθητο, καὶ ἐφόρει στέφανον χρυσοῦν καὶ ἀναξυρίδας. Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος ἁλουργεῖ ἐχρήσατο καὶ ὑποδήμασι χαλκοῖς. Ἱππίαν δὲ καὶ Γοργίαν ἐν πορφυραῖς ἐσθῆσι προϊέναι διαρρεῖ λόγος.
33 Κινέας ὁ Πύρρου ἰατρός φασι πρὸς τὴν βουλὴν τῶν Ῥωμαίων ἔγραψε διʼ ἀπορρήτων, καὶ ᾔτει χρήματα, καὶ ὑπισχνεῖτο ἀποκτενεῖν φαρμάκοις τὸν Πύρρον. οἳ δὲ οὐ προσήκαντο τὴν ὑπόσχεσιν· διʼ ἀρετῆς γὰρ ἴσασι Ῥωμαῖοι ἀγαθοὶ εἶναι, οὐ μὴν διὰ τέχνης καὶ πανουργίας καὶ ἐπιβουλῆς καταγωνίσασθαι τοὺς ἐχθρούς. ἀλλὰ καὶ αὐτῷ τῷ Πύρρῳ τὴν γνώμην τοῦ Κινέου ἐξέφαναν.
34 Ἔρωτες ἡμῖν τῶν ἀρχαίων πολλοὶ μὲν καὶ ἄλλοι ἐς μνήμην ἐδόθησαν, καὶ οὗτοι δὲ οὐχ ἥκιστα. Παυσανίας μὲν γὰρ ἤρα τῆς ἑαυτοῦ ʼγυναικός, Ἀπελλῆς δὲ τῆς Ἀλεξάνδρου παλλακῆς, ᾗπερ ὄνομα ἦν Παγκάστη, τὸ δὲ γένος Λαρισσαία ἦν. ταύτῃ καὶ πρώτῃ φασὶν ὁ Ἀλέξανδρος ὡμίλησεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme