Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 10

13 αἰτιᾶται Κριτίας Ἀρχίλοχον ὅτι κάκιστα ἑαυτὸν εἶπεν. ʽεἰ γὰρ μἢ φησὶν ʽἐκεῖνος τοιαύτην δόξαν ὑπὲρ ἑαυτοῦ ἐς τοὺς Ἕλληνας ἐξήνεγκεν, οὐκ ἂν ἐπυθόμεθα ἡμεῖς οὔτε ὅτι Ἐνιποῦς υἱὸς ἦν τῆς δούλης, οὔθʼ ὅτι καταλιπὼν Πάρον διὰ πενίαν καὶ ἀπορίαν ἦλθεν ἐς Θάσον, οὔθʼ ὅτι ἐλθὼν τοῖς ἐνταῦθα ἐχθρὸς ἐγένετο, οὔτε μὴν ὅτι ὁμοίως τοὺς φίλους καὶ τοὺς ἐχθροὺς κακῶς ἔλεγε. πρὸς δὲ τούτοισʼ ἦ δʼ ὃς ʽοὔτε ὅτι μοιχὸς ἦν ᾔδειμεν ἂν εἰ μὴ παρʼ αὐτοῦ μαθόντες, οὔτε ὅτι λάγνος καὶ ὑβριστής, καὶ τὸ ἔτι τούτων αἴσχιον, ὅτι τὴν ἀσπίδα ἀπέβαλεν. οὐκ ἀγαθὸς ἄρα ἦν ὁ Ἀρχίλοχος μάρτυς ἑαυτῷ, τοιοῦτον κλέος ἀπολιπὼν καὶ τοιαύτην ἑαυτῷ φήμην.ʼ ταῦτα οὐκ ἐγὼ Ἀρχίλοχον αἰτιῶμαι, ἀλλὰ Κριτίας.
14 Σωκράτης ἔλεγεν ὅτι ἡ ἀργία ἀδελφὴ τῆς ἐλευθερίας ἐστί. καὶ μαρτύριον ἔλεγεν ἀνδρειοτάτους καὶ ἐλευθεριωτάτους Ἰνδοὺς καὶ Πέρσας, ἀμφοτέρους δὲ πρὸς χρηματισμὸν ἀργοτάτους εἶναι· Φρύγας δὲ καὶ Αυδοὺς ἐργαστικωτάτους, δουλεύειν δέ.
15 τὰς Ἀριστείδου θυγατέρας ἔτι αὐτοῦ περιόντος ἐμνηστεύοντο οἱ τῶν Ἑλλήνων δοκοῦντες διαφέρειν. ἔβλεπον δὲ ἄρα οὐκ ἐς τὸν βίον Ἀριστείδου, οὐδὲ ἐθαύμαζον αὐτοῦ τὴν δικαιοσύνην, ἐπεὶ τούτων γε εἰ ἦσαν ζηλωταί, κἂν μετὰ ταῦτα ἐπέμειναν τῇ μνηστείᾳ. νῦν δὲ ὃ μὲν ἀπέθανεν, οἳ δὲ οὐδὲν ἡγήσαντο εἶναι πρᾶγμα κοινὸν πρὸς τὰς κόρας· ἀποθανὼν γὰρ ἐγνώσθη ὁ παῖς Αυσιμάχου ὅτι πένης ἦν. ὅπερ καὶ ἀνέστειλεν ἐκείνους τοὺς κακοδαίμονας ἐνδόξου τε ἅμα καὶ σεμνοτάτου γάμου, παρʼ ἐμοὶ κριτῇ. παραπλήσιον δὲ καὶ ἐπὶ Λυσάνδρου· μαθόντες γὰρ αὐτὸν εἶναι πένητα, τὸν γάμον ἀπέδρασαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme