Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 1

4 καὶ ἐκεῖνο δὲ κυνὸς Αἰγυπτίου σοφόν. οὐκ ἀθρόως οὐδὲ ἀνέδην οὐδὲ ἐλευθέρως ἐκ τοῦ ποταμοῦ πίνουσιν ἐπικύπτοντες ἅμα καὶ ὅσον διψῶσι λάπτοντες· ὑφορῶνται γὰρ τὰ ἐν αὐτῷ θηρία· παραθέουσι δὲ τὴν ὄχθην, καὶ παρακλέπτοντες πίνουσιν ὅσον ἁρπάσαι, πάλιν καὶ πάλιν. εἶτα οὕτως ἐκ διαλειμμάτων ἐκορέσθησαν, οὐ μὴν ἀπώλοντο, καὶ οὖν καὶ ἠκέσαντο τὸ δίψος.
5 ἡ ἀλώπηξ, οὐ μόνον τὸ χερσαῖον θηρίον δολερόν ἐστιν, ἀλλὰ καὶ ἡ θαλαττία πανοῦργός ἐστι. τὸ μὲν γὰρ δέλεαρ οὐχ ὑφορᾶται, οὐδὲ μὴν φυλάττεται διὰ τὴν ἀκρασίαν τοῦτο, τοῦ δὲ ἀγκίστρου καταφρονεῖ καὶ πάνυ. πρὶν ἢ γὰρ τὸν ἀσπαλιέα ἀνασπάσαι τὸν κάλαμον ἣ δὲ ἀνέθορε, καὶ ἀπέκειρε τὴν ὁρμιὰν καὶ νήχεται αὖθις. πολλάκις οὖν καὶ δύο καὶ τρία κατέπιεν ἄγκιστρα, ὁ δʼ ἁλιεὺς ἐκείνην οὐκ ἐδείπνησε προϊοῦσαν τῆς θαλάττης.
6 αἱ χελῶναι αἱ θαλάττιαι ἐν τῇ γῇ τίκτουσι, τεκοῦσαι δὲ παραχρῆμα κατέχωσαν ἐν τῇ γῇ τὰ ᾠά, εἶτα ὑποστρέψασαι ὀπίσω ἐς ἤθη τὰ ἑαυτῶν νήχονται. εἰσὶ δὲ ἐς τοσοῦτον λογιστικαί, ὡς ἐφʼ ἑαυτῶν ἐκλογίζεσθαι τὰς ἡμέρας τὰς τετταράκοντα, ἐν αἷς τὰ ἔκγονα αὐταῖς τῶν ᾠῶν συμπαγέντων ζῷα γίνεται. ὑποστρέψασαι οὖν αὖθις ἐς τὸν χῶρον, ἐν ᾧ κατέθεντο κρύψασαι τὰ ἑαυτῶν βρέφη, ἀνώρυξαν τὴν γῆν, ἣν ἐπέβαλον, καὶ κινουμένους ἤδη τοὺς νεοττοὺς καὶ ἕπεσθαι δυναμένους αὐταῖς ἀπάγουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme