Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 9

14 εἴ τις προσάψαιτο τῆς νάρκης ὅτι τὸ ἐκ τοῦ ὀνόματος πάθος τὴν χεῖρα αὐτοῦ καταλαμβάνει, τοῦτο καὶ παιδάριον ὢν ἤκουσα τῆς μητρὸς λεγούσης πολλάκις. σοφῶν δὲ ἀνδρῶν ἐπυθόμην ὅτι καὶ τοῦ δικτύου ἐν ᾧ τεθήραται εἴ τις προσάψαιτο, ναρκᾷ πάντως. εἰ δέ τις ἐς σκεῦος αὐτὴν ἐμβάλοι ζῶσαν, καὶ ἐπιχέοι θαλαττίου ὕδατος, ἐὰν ἐγκύμων ᾖ καὶ ὁ καιρὸς τῆς ὠδῖνος ἀφίκηται, τίκτει. καὶ τὸ ἐν τῳ σκεύει ὕδωρ εἴ τις καταχέοι χειρὸς ἀνθρώπου ἢ ποδός, ναρκᾶν τὴν χεῖρα ἢ τὸν πόδα ἀνάγκη.
15 τὰ ζῷα οὔτε ἐν ταῖς πληγαῖς οὔτε ἐν τοῖς δήγμασιν ἀεὶ τὴν αὐτὴν δύναμιν ἴσχει, ἀλλʼ ἐπιτείνεται πολλάκις ἔκ τινος αἰτίας. ὁ γοῦν σφὴξ γευσάμενος ἔχεως χαλεπώτερός ἐστι τὴν πληγήν, καὶ ἡ μυῖα τοιούτῳ τινὶ προσελθοῦσα πικροτέρα δακεῖν ἐστι καὶ ὀδύνας ἔδωκε, καὶ μέντοι καὶ τῆς ἀσπίδος τὸ δῆγμα γίνεται παντελῶς ἀνήκεστον, ἐὰν βατράχου φάγῃ. ὁ δὲ κύων ὑγιαίνων μὲν ἐὰν δάκῃ, τραῦμα εἰργάσατο καὶ ἀλγηδόνα ἐξῆψεν· ἐὰν δὲ λυττῶν, διέφθειρεν. ἀκέστρια δὲ ἀκουμένη χιτώνιον ῥαγὲν ὑπὸ λυττῶντος κυνός, δακοῦσά πως τῷ στόματι τὸ χιτώνιον, ἵνα ἀποτείνῃ αὐτό, ἐλύττησε καὶ ἀπέθανεν. ἀνθρώπου δὲ ἀσίτου δῆγμα χαλεπὸν καὶ δυσίατον. λέγονται δὲ οἱ Σκύθαι πρὸς τῷ τοξικῷ, ᾧ τοὺς οἰστοὺς ἐπιχρίουσι, καὶ ἀνθρώπειον ἰχῶρα ἀναμιγνύναι φαρμάττοντες, ἐπιπολάζοντά πως αἵματι, ὅπερ ἴσασιν ἀπόκριμα αὐτοῖς. τεκμηριῶσαι τοῦτο καὶ Θεόφραστος ἱκανός.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme