Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 9

55 ἴδια δὲ καὶ ἐκεῖνα κυνός. οὐχ ὑλακτοῦσιν, εἴ τις ἔχων οὐρὰν γαλῆς σὺν ἑαυτῷ εἶτα πρόσεισι, γαλῆς δʼ ἣν ἐθήρασε μέν, ἀποκόψας δὲ τὴν προειρημένην οὐρὰν εἶτα ἀφῆκε ζῶσαν αὐτήν. ὄνος δὲ οὐ βρωμήσεται, ἐὰν αὐτοῦ τῆς οὐρᾶς λίθον ἀπαρτήσῃς, ὥς φασιν.
56 ἐν ὥρᾳ θερείῳ, πολλοῦ πάνυ σφόδρα τοῦ ἡλίου ἐνακμάζοντος, οἱ ἐλέφαντες ἀλλήλους χρίουσιν ἰλύι παχείᾳ, καὶ αὐτοῖς αὕτη ψῦχος τε παρέχει καὶ οἰκίας ὑπάντρου τινὸς ἢ δένδροις καὶ κλάδοις ἀμφιλαφοῦς ἡδίων ἐστὶ τοῖς ζῴοις τοῖς προειρημένοις. οὗτοι ῥινηλατοῦσιν ἰσχυρῶς, καὶ αἴσθησιν ὀξυτάτην ἔχουσι. προΐασι γοῦν ἀλλήλων ὁδοποιοῦντες, καὶ ὅ γε πρῶτος ʽἴασι γὰρ κατὰ στοῖχονʼ τῆς ἐν ποσὶ πόας αἰσθόμενος καὶ ὅτι διῆλθον ἅνθρωποι ἐκ τῆς παραψαύσεως συνεὶς αὐτῶν, ἀνασπᾷ τὴν πόαν καὶ δίδωσι τῷ κατόπιν ὀσφραίνεσθαι, καὶ ἐκεῖνος τῷ μετʼ αὐτόν· καὶ ἥδε ἡ ἀντίδοσις ὡς ἂν εἴποις διὰ πάντων ἔρχεται. καὶ μέντοι καὶ ἐς τὸν οὐραγοῦντα ὅταν ἀφίκηται, ὃ δὲ μέγα ἐπήχησεν, οἳ δὲ ὥσπερ οὖν σύνθημα στρατιῶται λαβόντες εἶτα μέντοι ἐκτρέπονται ἐς τὰ τῶν ὀρῶν ἄγκη καὶ δάση ἢ τῶν ἑλῶν τὰ κοιλότερα καὶ μέντοι καὶ τῶν πεδίων ὅσα κομᾷ τοῖς θάμνοις. πάντως δὲ ἣν καταστείβουσιν ἄνθρωποι, ταύτην ἀποδιδράσκουσιν· ὑφορῶνται γὰρ τοῦτο τὸ ζῷον ὡς ἔχθιστον. ὅταν δὲ αὐτοὺς αἱ νομαὶ ἐπιλίπωσιν, οἳ μὲν τὰς ῥίζας ἐξορύττουσιν καὶ σιτοῦνται καὶ ταύτας, οἳ δὲ ἀπίασι ζητοῦντες χιλόν. καὶ ὅ γε ἐντυχὼν τῷ θηράματι πρῶτος αὐτῶν ὑποστρέψας καλεῖ τοὺς συννόμους καὶ ἐπί γε τὸ ἕρμαιον αὐτοὺς ἄγει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme