Book 9
49
τῶν κητῶν τῶν μεγίστων αἰγιαλοῖς καὶ ᾐόσι καὶ τοῖς λεπροῖς καλουμένοις καὶ βραχέσι χωρίοις προσπελάζει οὐδὲ ἕν, οἰκεῖ δὲ τὰ πελάγη. καὶ ἔστι μέγιστα ὅ τε λέων καὶ ἡ ζύγαινα καὶ ἡ πάρδαλις καὶ οἱ φύσαλοι καὶ ἡ πρῆστις καὶ ἡ καλουμένη μάλθη· δυσανταγώνιστον δὲ ἄρα τὸ θηρίον τοῦτο καὶ ἄμαχον. καὶ ὁ κριὸς δεινὸν ζῷον καὶ κίνδυνον φέρον, εἰ καὶ πόρρωθεν φανείη, τῇ τῆς θαλάττης ταράξει καὶ τῷ κλύδωνι ὃν ἐργάζεται. καὶ ὕαινα, οὐκ αἴσιον ὅραμα τοῖς ναυτιλλομένοις αὕτη γε. κυνῶν δὲ περὶ διαφορᾶς καὶ ἀλκῆς ἀνωτέρω εἶπον.
50
αἱ καστορίδες ζῷόν εἰσι θαλάττιον, καὶ ἐπὶ ταῖς ἀκταῖς καὶ ταῖς πέτραις ταῖς προβεβλημέναις ἀπόφημόν τινα κωκυτὸν μεθιᾶσι, καὶ ὠρύονται βαρύτατα. τούτου τοίνυν τοῦ ἤχου ὅστις ἂν ἀκούσῃ, ἄφυκτά οἵ ἐστι, καὶ οὐ μετὰ μακρὸν ἀποθνήσκει. καὶ ἡ φάλαινα δὲ τῆς θαλάττης πρόεισι καὶ ἀλεαίνεται τῇ ἀκτῖνι. κνεφαῖαι δὲ αἱ φῶκαι ἐξίασι μᾶλλον· ἤδη μέντοι καὶ μεσημβρίας οὔσης καθεύδουσι τῆς θαλάττης ἔξω. τοῦτό τοι καὶ Ὅμηρος ᾔδει, καὶ ἐν Ὀδυσσείᾳ τὸν Μενέλεων πεποίηκε τῷ Τηλεμάχῳ καὶ τῷ Πεισιστράτῳ περιηγούμενον τὴν κοίτην αὐτῶν τήνδε, ὅτε τὰ ἐν Φάρῳ καὶ περὶ Πρωτέως τοῦ θαλαττίου δαίμονος αὐτοῖς ὁ Μενέλεως διεξῄει καὶ τῆς μαντείας, ἣν ἐμαντεύσατό οἱ ὁ Πρωτεὺς ὃν εἶπον.
51
τρίγλης πέρι ἀνωτέρω εἶπον· ὃ δὲ οὐκ εἶπον, νῦν ἐρῶ. ἐν Ἐλευσῖνι τιμὰς ἔχει ἐκ τῶν μυουμένων, καὶ διπλοῦς ὁ λόγος τῆς τιμῆς τῆσδε. οἳ μέν φασιν, ἐπεὶ τρὶς τοῦ ἔτους τίκτει· οἳ δέ, ἐπεὶ τὸν λαγὼν ἐσθίει, ὅσπερ οὖν ἐστιν ἀνθρώπῳ θανατηφόρος. ἴσως δὲ ἐρῶ τι περὶ τρίγλης καὶ πάλιν.