Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 9

25 Κάραβος πολύποδι ἐχθρός. τὸ δὲ αἴτιον, ὅταν αὐτῷ τὰς πλεκτάνας περιβάλῃ, τῶν μὲν ἐπὶ τοῦ νώτου ἐκπεφυκότων αὐτῷ κέντρων ποιεῖται οὐδεμίαν ὤραν, ἑαυτὸν δὲ περιχέας αὐτῷ ἐς πνῖγμα ἄγχει. ταῦτα ὁ κάραβος σαφῶς οἶδε, καὶ ἀποδιδράσκει αὐτόν. καράβου δὲ ἡ φύσις ἐκείνη ἐστίν. ὅταν ἀδεὴς ᾖ, πορεύεται ὅδε ὁ ἰχθὺς πρόσω, πλαγιάσας δεῦρο καὶ ἐκεῖσε τὰ κέρατα, ἵνα μὴ πρὸς ἐναντίαν τὴν νῆξιν τὸ ὕδωρ ἰὸν εἶτα ἀναστέλλῃ οἱ τὰ κέρατα καὶ ἐμποδίζῃ πρόσω χωρεῖν· εἰ δὲ φεύγοι, τὴν ὀπίσω ἰὼν παρῆκεν αὐτὰ τελέως. τὸ δὲ αἴτιον, ὡς κώπαις ἐρέττων καὶ ὑποκινῶν δίκην πορθμίδος πολὺ ἀποσπᾷ. εἰ δὲ γένοιτο μάχη καράβων πρὸς ἀλλήλους, τὰ κέρατα ἐγείροντες εἶτα ὡς κριοὶ ἐμπίπτοντες προσαράττουσι τὰ μέτωπα. ἀγῶνα δὲ μυραίνης καὶ καράβου ἀνωτέρω εἶπον.
26 ἐλαύνει δὲ ἰσχυρῶς τοὺς ὄφεις ἡ ἔνδροσός τε καὶ νοτερὰ καλαμίνθη φασὶ καὶ ὁ ἄγνος. τοῦτόν τοι καὶ ἐν Θεσμοφορίοις ἐν ταῖς στιβάσι τὰ γύναια τὰ Ἀττικὰ ὑποστόρνυται. καὶ δοκεῖ μὲν καὶ ἐχθρὸς εἶναι τοῖς δακέτοις ὁ ἄγνος, ἤδη δὲ καὶ ὁρμῆς ἀφροδισίου κώλυμά ἐστι, καὶ ἔοικε τό γε ὄνομα λαβεῖν ἐντεῦθεν. δέδοικε δὲ ἄρα τὰ αὐτὰ δάκετα καὶ τὴν καλουμένην λιβανωτίδα πόαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme