Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 8

6 ἦν δὲ ἄρα εὐχείρωτα καὶ αἱρεῖν ῥᾷστα ὄνοι μὲν τοῖς λύκοις, τοῖς μέροψι δὲ αἱ μέλιτται, ταῖς γε μὴν χελιδόσιν οἱ τέττιγες, τοῖς δὲ ἐλάφοις οἱ ὄφεις. ἡ πάρδαλις δὲ αἱρεῖ τῇ ὀσμῇ τὰ πλεῖστα, καὶ ἔτι μᾶλλον τὸν πίθηκον.
7 Μεγασθένους ἀκούω λέγοντος περὶ τὴν τῶν Ἰνδῶν θάλατταν γίνεσθαί τι ἰχθύδιον, καὶ τοῦτο μὲν ὅταν ζῇ ἀθέατον εἶναι, κάτω που νηχόμενον καὶ ἐν βυθῷ, ἀποθανὸν δὲ ἀναπλεῖν. οὗ τὸν ἁψάμενον ἐκθνήσκειν τὰ πρῶτα, εἶτα μέντοι καὶ ἀποθνήσκειν. τὸν δὲ χέλυδρον πατήσας τις καὶ εἰ μὴ δηχθείη, ὡς Ἀπολλόδωρός φησιν ἐν τῷ Θηριακῷ λόγῳ, ἀποθνήσκει πάντως· ἔχειν γάρ τι σηπτικὸν καὶ τὴν μόνην τοῦ ζῴου ἐπίψαυσιν λέγει. καὶ μέντοι καὶ τὸν πειρώμενον θεραπεύειν καὶ ἐπικουρεῖν ἁμωσγέπως τῷ ἀποθνήσκοντι φλυκταίνας ἴσχειν ἐν ταῖς χερσίν, ἐπεὶ μόνον τοῦ πατήσαντος προσέψαυσεν. Ἀριστόξενος δέ πού φησιν ἄνδρα ταῖς χερσὶν ὄφιν τινὰ ἀποκτεῖναι καὶ μὴ δηχθέντα ὅμως ἀποθανεῖν· καὶ τὴν ἐσθῆτα δὲ αὐτοῦ, ἣν ἔτυχε φορῶν ὅτε τὸν ὄφιν ἀνῄρει, καὶ ἐκείνην σαπῆναι οὐ μετὰ μακρόν.
8 Ἀμφισβαίνης δὲ τὴν δορὰν βακτηρίᾳ περικειμένην ἐλαύνειν λέγει Νίκανδρος τοὺς ὄφεις πάντας καὶ τὰ ἄλλα ζῷα, ὅσα μὴ δακόντα μὲν παίσαντα δὲ ἀναιρεῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme