Book 8
27
τίκτεται ἐλέφας κατὰ τὴν κεφαλὴν ἐκπηδῶν, τὸ δὲ μέγεθός ἐστι τοῦ τικτομένου κατὰ δέλφακα τὴν μεγίστην. μιᾷ δὲ μητρὶ πλείω ἐλεφαντίσκια ἕπεται, φασίν. εἰ δὲ βούλοιο τῶν βρεφῶν νεογόνων ὄντων προσάψασθαι, αἱ μητέρες οὐδὲν ἀγανακτοῦσιν ἀλλὰ ἐῶσι· συνιᾶσι γὰρ ὅτι μήτε ἐπὶ λύμῃ τις ἐπιψαύει αὐτῶν μήτε ἐπὶ κολάσει, ἀλλὰ φιλοφρονούμενοι πάντες καὶ κολακεύοντες. ἐπεὶ τίς ἂν τὸ τηλικοῦτον βλάψειεν; ὅταν δὲ θηρώμενοι ἐμπέσωσιν ἐς τὴν τάφρον, καὶ ἴδωσιν ὅτι λοιπὸν ἄφυκτα αὐτοῖς ἐστι, τοῦ μὲν τέως θυμοῦ τοῦ σὺν τῇ ἐλευθερίᾳ λήθην λαμβάνουσι, καὶ ὀρεγόντων σιτία ἑτοίμως προσίενται, καὶ ὕδωρ προτεινόντων πίνουσι, καὶ οἶνον ἐγχεόντων ἐς τὰς προβοσκίδας οἳ δὲ τὴν φιλοτησίαν οὐκ ἀναίνονται.
28
τὸν ἰχθὺν τὸν ἔλλοπα ἱερὸν ἰχθὺν ὑπὸ τοῦ ποιητοῦ κληθῆναι νομίζουσι. λέγει δέ τις λόγος σπάνιον μὲν αὐτὸν εἶναι, ἐν δὲ τῷ κατὰ Παμφυλίαν πελάγει θηρᾶσθαι, γλίσχρως δὲ καὶ ἐκεῖθι. ἐὰν δὲ ἁλῷ, στεφάνοις μὲν αὐτοὶ σφᾶς αὐτοὺς ὑπὲρ τῆς εὐερμίας ἀγλαΐζουσι, στεφανοῦσι δὲ καὶ τὰς ἁλιάδας, καταίρουσί τε κρότῳ καὶ αὐλοῖς τὸ θήραμα μαρτυρόμενοι. οἳ δὲ οὐ τοῦτον ἀλλὰ τὸν ἀνθίαν νομίζουσιν ἱερόν. τὸ δὲ αἴτιον, ἔνθα ἄν ὅδε φανῇ τῆς θαλάττης, ἀνάγκη δήπου τὸν χῶρον ἄθηρον εἶναι σπονδάς τε ἰχθύσι πρὸς πᾶν ὅσον ὑδροθηρικόν, καὶ αὐτοὶ δὲ οἱ ἰχθύες θαρροῦντες ἀποτίκτουσι. φύσεως δὲ ἀπόρρητα ἐλέγχειν οὐκ ἐμόν, καὶ εἰκότως, ἐπεὶ καὶ ἀλεκτρυόνα δέδοικε λέων καὶ τὸν αὐτὸν βασιλίσκος καὶ μέντοι καὶ ὗν ἐλέφας· τὰς δὲ αἰτίας ὅσοι σχολὴν ἄγουσι πολλὴν ζητοῦντες τοῦ μὲν χρόνου καταφρονήσουσιν, οὐ μὴν ἐς τέλος ἀφίξονται τῆς σπουδῆς.