Book 7
46
Μιθριδάτης ὁ Ποντικὸς τὴν ἑαυτοῦ φρουρὰν καθεύδων ἐπίστευεν ἧττον καὶ τοῖς ὅπλοις καὶ τοῖς δορυφόροις, καὶ διὰ τοῦτο ἡμερωθέντας εἶχε φύλακας ταῦρον καὶ ἵππον καὶ ἔλαφον. καθεύδοντα οὖν ἐφρούρουν αὐτὸν οἵδε οἱ θῆρες, εἴ τις προσίοι τάχιστα ἐκ τῆς ἀναπνοῆς αἰσθανόμενοι. καὶ ὃ μὲν τῷ μυκήματι, ὃ δὲ τῷ χρεμετίσματι, ὃ δὲ τῇ μηκῇ διύπνιζον αὐτόν.