Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 7

26 σοφὰ δὲ αἰγῶν ἐστι καὶ ἐκεῖνα. πτύελον ἀνθρώπου θανατηφόρον εἶναι ζῴῳ ἑτέρῳ καλῶς ἴσασι καὶ φυλάττονται, ὥσπερ οὖν καὶ ἡμεῖς πειρώμεθα ἀποδιδράσκειν ὅσα ἀνθρώπῳ κακόν ἐστιν, εἴπερ οὖν ἀπογεύσαιτο αὐτῶν. ἤδη μέντοι τις καὶ ἄνθρωπος ἀγνοῶν καὶ λαθών τι κακὸν κατέπιεν, αἱ δὲ αἶγες, οὐκ ἂν αὐτὰς λάθοι τὸ προειρημένον. ἀποκτείνειν δὲ καὶ τὰς θαλαττίας σκολοπένδρας τὸ αὐτὸ δήπου πτύελον δεινότατόν ἐστι. μέλλουσα δὲ ἡ αἲξ ἀποσφάττεσθαι σαφῶς οἶδε. καὶ τὸ μαρτύριον, οὐκ ἂν ἔτι τροφῆς προσάψαιτο. οὐκ ἀξιοῖ δὲ προβάτων οὐραγεῖν, ἀλλὰ ἡγεῖσθαι αὐτὴν δεῖν καὶ ἐκ τῆς βαδίσεως ὁμολογεῖ. προθεῖ γοῦν ἐκείνων, καὶ μέντοι καὶ αὐτῶν τῶν αἰγῶν ὁ τράγος, τῷ γενείῳ θαρρῶν καὶ κατά τινα φύσιν θαυμαστὴν τοῦ θήλεος προκρίνων τὸ ἄρρεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme