Book 7
1
πέπυσμαι δὲ ἄρα καὶ ἀριθμητικῆς τὰς βοῦς οὐκ ἀμοίρους εἶναι τὰς Σουσίδας. καὶ ὡς οὐκ ἔστιν ἄλλως κόμπος τὸ εἰρημένον, μάρτυς ὁ λόγος ὁ λέγων ἐν Σούσοις τῷ βασιλεῖ βοῦς ἐς τοὺς παραδείσους πολλὰς ἐς τὰ ἡττον ἐπίρρυτα ἀντλεῖν ἑκάστην κάδους ἑκατόν. οὐκοῦν ἢ τὸν ἐπινησθέντα αὐταῖς ἢ τὸν συντραφέντα ἐκ πολλοῦ μόχθον προθυμότατα ἐκτελοῦσι, καὶ οὐκ ἂν βλακεύουσάν τινα θεάσαιο· εἰ δὲ πέρα τῆς προειρημένης ἑκατοντάδος ἕνα γοῦν προσλιπαρήσειας κάδον ἀνιμήσασθαι, οὐ πείσεις οὐδὲ ἀναγκάσεις οὔτε παίων οὔτε κολακεύων. λέγει Κτησίας.