Book 6
61
Λυκοῦργος δὲ νομοθετεῖ νόμον φιλανθρωπότατον, ὡς ἐγᾦμαι, θάκων τε καὶ ὁδῶν ἀφίστασθαι τοῖς πρεσβυτέροις τοὺς νεωτέρους αἰδοῖ χρόνου ἐς ὃν εὔχονται πάντες ἀφικέσθαι, ἐάνπερ οὖν αὐτοῖς πεπρωμένον τοῦτο δήπου ᾖ. πῶς δὲ ὁ γενναῖος ὁ τοῦ Εὐνόμου δύναιτο ἂν τοῖς τῆς φύσεως νόμοις ἁμιλλᾶσθαί τε καὶ ἀντικρίνεσθαι; ἐπαΐουσι γοῦν τὸ τῶν ἐλεφάντων γένος, ὦ Λυκοῦργοί τε καὶ Σόλωνες καὶ Ζάλευκοι καὶ Χαρῶνδαι, ὧνπερ οὖν ὑμεῖς νομοθετεῖτε οὐδὲ τὴν ἀρχήν, καὶ ὅμως δρῶσι τοιαῦτα, καὶ τροφῆς ἀφίστανται τοῖς πρεσβυτέροις οἱ νέοι, καὶ γήρᾳ παρειμένους θεραπεύουσιν αὐτούς, καὶ κινδύνων ῥύονται, καὶ ἐς ὀρύγματα ἐμπεσόντας οἳ δὲ ἀνάγουσι, φρυγάνων τινὰς ἀγκαλίδας καὶ φακέλους ἐμβαλόντες, οἷσπερ οὖν ὡς ἀναβαθμοῖς χρώμενοι ἐκεῖνοι εἶτα ἀνίασι γήρᾳ βαρεῖς ὄντες. ποῦ δαὶ ἠλόησε πληγαῖς πατέρα ἐλέφας; ποῦ δαὶ ἀπεκήρυξεν ὁ πατὴρ ὀ ἐν τούτοις τὸν υἱόν; ὑμῖν δὲ ἴσως, ὦ ἄνθρωποι, δοκῶ λέγειν μύθους τεχνίταις ʽεἰ τἀληθῆ λέγειν ἐθέλοιμενʼ