Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 6

26 ἡ πιθήκη ὑπό τινων ὀρειβάτης κέκληται, ὑπʼ ἄλλων γε μήν, ὡς ἀκούω, ὑλοδρόμος, καὶ ἐν τοῖς δένδροις γίνεται καὶ ἔχει τρίχας· κέκληται δὲ ὑπʼ ἐνίων καὶ ψύλλα. ἐντέτμηται μὲν οὖν τὴν γαστέρα ἡσυχῆ, ὡς εἰπεῖν ὅτι λίνῳ διακέκοπται. δάκνει δὲ σφαλερώτατα δήγματα, καὶ παρέπεται τρόμος τῷ δηχθέντι, καὶ περὶ τὴν καρδίαν ἄλγημα ἰσχυρὸν ἐπιγίνεται, καὶ τὰ οὖρα ἑμφράττεται, καὶ ὁ ἕτερος πόρος γίνεται καὶ ἐκεῖνος ἄπορος. ἔοικε δὲ τοῖς προειρημένοις ἀντίπαλος ὁ καρκίνος ὁ ποτάμιος εἶναι βρωθείς.
27 αἰλούρων ὁ μὲν ἄρρην ἐστὶ λαγνίστατος, ὁ δὲ θῆλυς φιλότεκνος, φεύγει δὲ τὴν πρὸς τὸν ἄρρενα ὁμιλίαν· ἀφίησι γὰρ τὸν θορὸν θερμότατόν τε καὶ προσεοικότα πυρί, καὶ κάει τῆς θηλείας τὸ ἄρθρον. εἰδὼς οὖν ὁ ἄρρην τοῦτο τὰ κοινὰ βρέφη διαχρῆται, ἣ δὲ παίδων ἑτέρων πόθῳ ἑαυτὴν παρέχει συνελθεῖν γλιχομένῳ. φασὶ δὲ τοὺς αἰλούρους πάντα ὅσα δυσώδη ἐστὶ μισεῖν τε καὶ βδελύττεσθαι. ταύτῃ τοι καὶ τὸ σφέτερον περίττευμα ἀφιέναι πρότερον βόθρον ὀρύξαντας, ἵνα ἀφανίσωσιν αὐτὸ τῆς γῆς ἐπιβαλόντες.
28 Ἀκολαστότατον τῶν ἰχθύων τὸν πολύποδα εἶναί φασι καὶ ἐς τοσοῦτον λαγνεύειν, ἐς ὅσον αὐτῷ ἡ πᾶσα τοῦ σώματος ῥώμη ἐκρυεῖσα ἀσθενῆ ἀπέφηνε καὶ νήξασθαι μὲν ἥκιστον, τροφὴν δὲ μαστεῦσαι ἀδύνατον, καὶ διὰ ταῦτα ἄλλους τρέφειν. τὰ γοῦν σμικρὰ τῶν ἰχθυδίων καὶ τὰς καλουμένας καρκινάδας καὶ τοὺς καρκίνους ἐπιφοιτᾶν τε ἅμα καὶ κατεσθίειν αὐτόν. λέγουσι δὲ ταύτην εἶναι τὴν αἰτίαν τοῦ μὴ δύνασθαι πολύποδα ἐνιαυτοῦ βιῶναι χρόνον μακρότερον. καὶ θῆλυς δὲ ἄρα πολύπους ἀναλίσκεται ῥᾳδίως τίκτων πολλάκις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme