Book 6
25
μὴ ὑπηχοῦν κάτωθεν τὸ ῥεῦμα μηδὲ ὑποψοφοῦν ἡσυχῆ ἐς βάθος, ἣ δὲ ὡς ἑστῶτι τῷ κρυστάλλῳ θαρρεῖ, διαθεῖ τε ἀτρέπτως· εἰ δὲ μή, οὐκ ἂν ἐπιβαίη. οἱ ποιηταὶ μὲν τὴν παῖδα τὴν τοῦ Ἴφιδος σέβουσι, καὶ τά γε θέατρα ὑπʼ αὐτῶν ἐμπέπλησται ὑμνούντων τὴν ἡρωίνην ἐκείνην, ἐπεὶ τὰς ἄλλας ὑπερεπήδησε τῇ σωφροσύνῃ, τὸν ἑαυτῆς γαμέτην προτιμήσασα τοῦ βίου· τὰ δὲ ζῷα ὑπερβολὴν φιλοστοργίας οὐ παραλέλοιπεν. ὁ γοῦν Ἠριγόνης κύων ἐπαπέθανε τῇ δεσποίνῃ, καὶ ὁ Σιλανίωνος καὶ ἐκεῖνος τῷ δεσπότῃ, καὶ οὔτε πρὸς βίαν οὔτε σὺν κολακείᾳ ἀπέστη τοῦ τάφου. Δαρείῳ δὲ τῷ τελευταίῳ βασιλεῖ τῶν Περσῶν ἐν τῇ πρὸς Ἀλέξανδρον μάχῃ βληθέντι ὑπὸ Βήσσου καὶ κειμένῳ, πάντων τὸν νεκρὸν ἀπολιπόντων, ὁ κύων ὁ ὑπʼ αὐτῷ τραφεὶς μόνος παρέμεινε πιστός, τὸν οὐκέτι τροφέα μὴ προδοὺς ὡς ἔτι ζῶντα. τοιοῦτόν τι ὑπὲρ τῶν τοῦ Κύρου φίλων τοῦ νεωτέρου Ξενοφῶν ὁ τοῦ Γρύλλου νεανιευόμενος δῆλός ἐστι λέγων, τοὺς ὁμοτραπέζους μόνους οἱ συμπαραμεῖναι καὶ συναπολέσθαι, καὶ τὸν εὐνοῦχον, ὃς ἦν οἱ σκηπτοῦχος τὴν τιμήν, ὄνομα δὲ Ἀρταπάτης, ἑαυτὸν ἐπαποκτεῖναι τῷ νεκρῷ, ἀτιμάσαντα τὸν βίον ἐσόμενόν οἱ ἔρημον Κύρου. καὶ Λυσιμάχῳ δὲ τῷ βασιλεῖ κύων κοινοῦ τοῦ τέλους ἑκὼν μετέλαβε σωθῆναι δυνάμενος.