Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 6

23 οἷα δὲ ἄρα σοφίσματα καὶ τοῖς σκορπίοις ἡ φύσις ἔοικε δοῦναι καὶ τοῖσδε ἴδια. οἱ Λίβυες τὸ πλῆθος αὐτῶν ὑφορώμενοι καὶ τὰ τεχνάσματα μηχανὰς αὐτοῖς μυρίας ἀντεπινοοῦσι κοῖλα ὑποδήματα φοροῦντες καὶ ὑψηλοὶ καὶ μετέωροι καθεύδοντες καὶ τῶν τοίχων ἀναστέλλοντες τὰς κειρίας καὶ τῶν κλινῶν τοὺς πόδας ἐς ὑδρίας ὕδατος πεπληρωμένας ἐντιθέντες, καὶ οἴονται τὸ λοιπὸν ἐν ἀδείᾳ τε καὶ εἰρήνῃ καθεύδειν πολλῇ. οἳ δὲ ὁποῖα παλαμῶνται. σκορπίος εἰ λάβοιτο ὁπόθεν ἑαυτὸν ἐξαρτήσει κατὰ τοῦ ὀρόφου, ἔχεται τούτου ταῖς χηλαῖς καὶ μάλα ἐγκρατῶς καὶ καθῆκε τὸ κέντρον. οὐκοῦν ὁ δεύτερος κάτεισιν ἐκ τῆς στέγης, καὶ διὰ τοῦ πρώτου καθέρπει, καὶ τοῦ κέντρου τοῦ ἐκείνου ἔχεται καὶ αὐτὸς ταῖς χηλαῖς, καὶ τό γε ἑαυτοῦ μετέωρον εἴασε κέντρον· καὶ ὁ τρίτος ἐκεῖθεν ἔχεται, καὶ ὁ τέταρτος ἐκ τοῦ τρίτου, καὶ ὁ πέμπτος κατὰ στοῖχον, καὶ οἱ ἐπʼ ἐκείνοις διὰ τῶν πρώτων καθέρποντες. εἶτα ὁ τελευταῖος ἔπαισε τὸν καθεύδοντα καὶ διὰ τῶν ἀνωτέρω ἀνέρπει, καὶ ὁ μετʼ ἐκεῖνον καὶ ὁ κάτωθεν τρίτος καὶ οἱ λοιποί, ἔστε οἱ πάντες ἀλλήλων ἀπελύθησαν οἷα δήπου λύσαντες ἅλυσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme