Book 6
21
ἐν Ἰνδοῖς, ὡς ἀκούω, ἐλέφας καὶ δράκων ἐστὶν ἔχθιστα. οὐκοῦν οἱ μὲν ἐλέφαντες ἀποσπῶντες τῶν δένδρων τοὺς κλάδους, ἐκείνους νέμονται. ὅπερ οὖν εἰδότες οἱ δράκοντες ἐπʼ αὐτὰ μὲν ἀνέρπουσιν, τὸ δὲ ἥμισυ σφῶν αὐτῶν τὸ οὐραῖον τῶν δένδρων περιβάλλουσι τῇ κόμῃ, τὸ δὲ ἐς τὴν κεφαλὴν προῖὸν ἥμισυ μεθῆκαν καλωδίου δίκην ἀπηρτημένον. καὶ ὃ μὲν προσῆλθεν ἀποδρέψασθαι τῶν ἀκρεμόνων ὁ ἐλέφας, ὁ δὲ δράκων ἐμπηδᾷ τοῖς ὀφθαλμοῖς καὶ ἐξορύττει, εἶτα τῷ τραχήλῳ περιερπύσας, τείνων τῷ οὐραίῳ μέρει καὶ σφίγγων θατέρῳ ἀπάγχει τὸ θηρίον ἀήθει βρόχῳ καὶ καινῷ.
22
ἔχθιστα δὲ τῷ μὲν λέοντι πῦρ καὶ ἀλεκτρυών, ὕαινα δὲ τῇ παρδάλει, σκορπίῳ δὲ ἀσκαλαβώτης· νάρκη γοῦν τὸν σκορπίον καταλαμβάνει προσαχθέντος οἱ τοῦ ζῴου τοῦ προειρημένου. δράκοντα δὲ ἐλέφας ὀρρωδεῖ· ὑποζύγιον δὲ πᾶν τὴν μυγαλῆν οὐ θαρρεῖ, ἀστακὸς δὲ πολύποδα. καὶ μέντοι καὶ προωθούμενοι ἐκ τῶν τεγῶν οἱ κύνες, οὐκ ἂν αὐτοὺς ῥίψειας· τοῦ γάρ τοι κινδύνου δεδοίκασι τὸ μέγεθος.