Book 5
14
ἐν τῇ Γυάρῳ τῇ νήσῳ Ἀριστοτέλης λέγει μῦς εἶναι καὶ μέντοι καὶ τὴν γῆν σιτεῖσθαι τὴν σιδηρῖτιν. Ἀμύντας δὲ καὶ τοὺς ἐν Τερηδόνι ʽγῆς δέ ἐστιν αὕτη τῆς Βαβυλωνίασʼ τὴν αὐτὴν προσφέρεσθαι λέγει. Ἐν Λάτμῳ δὲ τῆς Καρίας ἀκούω σκορπίους εἶναι, οἵπερ οὖν τοὺς μὲν πολίτας σφίσι παίουσιν ἐς θάνατον, τοὺς δὲ ξένους ἡσυχῆ καὶ ὅσον παρασχεῖν ὀδαξησμόν, ἐμοὶ δοκεῖν τοῦ Ξενίου Διὸς τοῖς ἀφικνουμένοις τὸ δῶρον τοῦτο ἀποκρίναντος.
15
βασιλεύονται δὲ ἄρα καὶ σφῆκες, ἀλλʼ οὐ τυραννοῦνται ὡς ἄνθρωποι. καὶ τὸ μαρτύριον, ἄκεντροι καὶ οἵδε εἰσί. καὶ οἱ μὲν ὑπήκοοι τὰ ἔργα πλάττειν αὐτοῖς νόμον ἔχουσιν, οἱ δὲ ἄρχοντές εἰσι διπλάσιοι μὲν τὸ μέγεθος, πρᾶοι δὲ καὶ οἷοι μήτε ἑκόντες λυπεῖν ἔχειν μήτε ἄκοντες. τίς οὖν οὐκ ἂν μισήσειε Διονυσίους τοὺς ἐν Σικελίᾳ καὶ Κλέαρχον τὸν ἐν Ἡρακλείᾳ καὶ Ἀπολλόδωρον τὸν Κασανδρέων λευστῆρα καὶ τὸν Λακεδαιμονίων λυμεῶνα τὸν Νάβιν, εἴγε οἳ μὲν ἐθάρρουν τῷ ξίφει, τῷ δὲ ἀκέντρῳ καὶ τῇ πραότητι οἱ τῶν σφηκῶν βασιλεῖς;
16
λέγονται δὲ οἱ τῶν σφηκῶν κεκεντρωμένοι καὶ ἐκεῖνο δρᾶν. ὅταν θεάσωνται νεκρὰν ἔχιδναν, οἳ δὲ ἐμπίπτουσι καὶ φαρμάττουσι τὸ κέντρον. ὅθεν μοι δοκοῦσι μαθεῖν καὶ οἱ ἄνθρωποι μάθημα, καὶ τοῦτο οὐκ ἀγαθόν. καὶ μέντοι καὶ μαρτυρεῖ ἐν Ὀδυσσείᾳ Ὅμηρος λέγων φάρμακον ἀνδροφόνον διζήμενος, ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι χαλκήρεας, ἢ καὶ νὴ Δία εἴ τι δεῖ τῷ περὶ Ἡρακλέους λόγῳ προσέχειν, ὡς ἐκεῖνος ἔβαψε τῷ τῆς ὕδρας ἰῷ τοὺς οἰστούς, οὕτω τοι καὶ ἐκεῖνοι τῇ βαφῇ τὰ κέντρα ὑποθήγουσιν.