Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 5

4 ἡ φώκαινα ὅμοιον δελφῖνι ζῷόν ἐστιν, ἔχει δὲ γάλα καὶ αὐτή. χρόαν δὲ οὐκ ἔστι μέλαινα, κυανῷ δὲ εἴκασται τῷ βαθυτάτῳ, ἀναπνεῖ δὲ οὐ βραγχίοις, ἀλλὰ φυσητῆρι· τοῦτο γὰρ καὶ καλοῦσίν οἱ τοῦ πνεύματος τὴν ὁδόν. διατριβὴ δὲ ὁ Πόντος αὐτῇ καὶ ἡ ἐκεῖ θάλαττα· πλανᾶται δὲ τῶν ἠθῶν ἐκείνων ἐξωτέρω ἡ φώκαινα ἥκιστα.
5 τὸν ἄρρενα ἡ θήλεια νικήσασα ὄρνις ἐν τῇ μάχῃ, ἁβρύνεταί τε ὑφʼ ἡδονῆς καὶ καθίησι κάλλαια, οὐκ ἐς τοσοῦτον μὲν ἐς ὅσον καὶ οἱ ἀλεκτρυόνες, καθίησι δʼ οὖν, καὶ φρονήματος ὑποπίμπλαται, καὶ βαίνει μακρότερα.
6 φιλοίκειον ὁ δελφὶς ζῷον πεπίστευται. καὶ τὸ μαρτύριον, Αἶνός ἐστι πόλις Θρῇσσα. ἔτυχεν οὖν ἁλῶναι δελφῖνα καὶ τρωθῆναι μέν, οὐ μὴν ἐς θάνατον, ἀλλʼ ὡς ἔτι βιώσιμα εἶναι τῷ ἑαλωκότι. οὐκοῦν ἐρρύη μὲν αἷμα, ᾔσθοντο δὲ οἱ ἀθήρατοι, καὶ ἀφίκοντο ἐς τὸν λιμένα ἀγέλη, καὶ κατεσκίρτων, καὶ ἦσάν τι δρασείοντες οὐκ ἀγαθόν. οἱ τοίνυν Αἴνιοι ἔδεισαν καὶ ἀφῆκαν τὸν ἑαλωκότα. καὶ ἐκεῖνοι κομισάμενοι ὡς ἕνα τῶν κηδεστῶν ᾤχοντο ἀπιόντες. σπανίως δὲ ἄνθρωπος ἢ οἰκείῳ δυστυχήσαντι ἢ οἰκείᾳ κοινωνὸς σπουδῆς καὶ φροντίδος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme