Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 5

40 εὐωδίας τινὸς θαυμαστῆς τὴν πάρδαλιν μετειληχέναι φασίν, ἡμῖν μὲν ἀπορρήτου, αὐτὴ δὲ οἶδε τὸ πλεονέκτημα τὸ οἰκεῖον, καὶ μέντοι καὶ τὰ ἄλλα ζῷα συνεπίσταται τοῦτο ἐκείνῃ, καὶ ἁλίσκεταί οἱ τὸν τρόπον τοῦτον. ἡ πάρδαλις τροφῆς δεομένη ἑαυτὴν ὑποκρύπτει ἢ λόχμῃ πολλῇ ἢ φυλλάδι βαθείᾳ, καὶ ἐντυχεῖν ἐστιν ἀφανής, μόνον δὲ ἀναπνεῖ. οὐκοῦν οἱ νεβροὶ καὶ αἱ δορκάδες καὶ οἱ αἶγες οἱ ἄγριοι καὶ τὰ τοιαῦτα τῶν ζῴων ὡς ὑπό τινος ἴυγγος τῆς εὐωδίας ἕλκεται, καὶ γίνεται πλησίον· ἣ δὲ ἐκπηδᾷ καὶ ἔχει τὸ θήραμα.
41 πυνθάνομαι τῶν ζῴων τὰ μηρυκάζοντα τρεῖς ἔχειν κοιλίας, καὶ ὀνόματα αὐτῶν ἀκούω κεκρύφαλον ἐχῖνον ἤνυστρον. σηπίαι δὲ καὶ τευθίδες δύο νέμονται προβοσκίσιν· οὐ γάρ τοι χεῖρον οὕτως ὀνομάσαι καὶ ἐκ τῆς χρείας καὶ ἐκ τοῦ σχήματος ἐπαρθέντα. καὶ ὅταν ᾖ χειμέρια καὶ κλύδων τεταραγμένος, αἳ δὲ τῶν πετρῶν λαμβάνονται ταῖς αὐταῖς προβολαῖς, καὶ ἔχονται ὡς ἀγκύραις πάνυ ἐγκρατῶς, καὶ ἄσειστοί τε καὶ ἄκλυστοι μένουσιν· εἶτα εἰ γένοιτο ὑπεύδια, ἀπολύουσί τε ἑαυτὰς καὶ ἐλευθεροῦσι, καὶ νέουσι πάλιν, εἰδυῖαι μάθημα οὐκ εὐκαταφρόνητον, χειμῶνος φυγὴν καὶ ἐκ τῶν κινδύνων σωτηρίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme