Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 4

7 ἀκούω τὸν Σκυθῶν βασιλέα ʽτὸ δὲ ὄνομα εἰδὼς ἐῶ· τί γάρ μοι καὶ λυσιτελές ἐστινʼ; ἵππον σπουδαίαν ἔχειν πᾶσαν ἀρετήν, ὅσην ἵπποι καὶ ἀπαιτοῦνται καὶ ἀποδείκνυνται, ἔχειν δὲ καὶ υἱὸν αὐτῆς ἐκείνης τῶν ἄλλων ἀρετῇ διαπρέποντα. οὔκουν εὑρίσκοντα οὔτε ἐκείνην ἄλλῳ παραβαλεῖν ἀξίῳ, οὔτε ἐκεῖνον ἄλλῃ ἐπαγαγεῖν τὸ ἐξ αὐτοῦ λαβεῖν σπέρμα ἀγαθῇ, διὰ ταῦτα ἄμφω συναγαγεῖν ἐς τὸ ἔργον· τοὺς δὲ τὰ μὲν ἕτερα ἀσπάζεσθαι σφᾶς καὶ φιλοφρονεῖσθαι, οὐ μὴν ἐγχρίμπτεσθαι ἀλλήλοις. οὐκοῦν ἐπεὶ τῆς ἐπιβουλῆς τοῦ Σκύθου σοφώτερα ἦν τὰ ζῷα, ἐπηλύγασεν ἱματίοις καὶ τὸν καὶ τήν, καὶ ἐξειργάσαντο τὸ ἔκνομόν τε καὶ ἔκδικον ἐκεῖνο ἔργον. ὡς δὲ ἄμφω συνεῖδον τὸ πραχθέν, εἶτα μέντοι τὸ ἀσέβημα διελύσαντο θανάτῳ, πηδήσαντε κατὰ κρημνοῦ.
8 λέγει Εὔδημος ἵππου νέας καὶ τῶν νεμομένων τῆς ἀρίστης ἐρασθῆναι τὸν ἱπποκόμον, ὥσπερ οὖν καλῆς μείρακος καὶ τῶν ἐν τῷ χωρίῳ ὡρικωτέρας πασῶν· καὶ τὰ μὲν πρῶτα ἐγκαρτερεῖν, τελευτῶντα δὲ ἐπιτολμῆσαι τῷ λέχει τῷ ξένῳ καὶ ὁμιλεῖν αὐτῇ. τῇ δὲ εἶναι πῶλον καὶ τοῦτου καλόν, θεασάμενόν γε μὴν τὸ πραττόμενον ἀλγῆσαι, ὥσπερ οὖν τυραννουμένης τῆς μητρὸς ὑπὸ τοῦ δεσπότου, καὶ ἐμπηδῆσαι καὶ ἀποκτεῖναι τὸν ἄνδρα, εἶτα μέντοι καὶ φυλάξαι ἔνθα ἐτάφη, καὶ φοιτῶντα ἀνορύττειν αὐτόν, καὶ ἐνυβρίζειν τῷ νεκρῷ καὶ λυμαίνεσθαι λύμην ποικίλην.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme