Book 4
59
Κύανος τὸ ὄνομα, ὄρνις τὴν φύσιν, ἀπάνθρωπος τὸν τρόπον, μισῶν μὲν τὰς ἀστικὰς διατριβὰς καὶ τὰς κατʼ οἰκίαν αὐλίσεις, φεύγων δὲ καὶ τὰς ἐν ἀγροῖς διατριβὰς καὶ ὅπου καλύβαι τε καὶ ἀνθρώπων αὔλια, χαίρων δὲ ἐρημίαις καὶ ἡδόμενος ὀρείοις κορυφαῖς καὶ πάγοις ἀποτόμοις. ἀλλʼ οὐδὲ ἠπείροις φιληδεῖ οὐδὲ νήσοις ἀγαθαῖς, Σκύρῳ δὲ καὶ εἴ τις τοιαύτη ἑτέρα ἄγαν λυπρὰ καὶ ἄγονος καὶ ἀνθρώπων χηρεύουσα ὡς τὰ πολλά.
60
σπίνοι δὲ ἄρα σοφώτεροι καὶ ἀνθρώπων τὸ μέλλον προεγνωκέναι. ἴσασι γοῦν καὶ χειμῶνα μέλλοντα, καὶ χιόνα ἐσομένην προμηθέστατα ἐφυλάξαντο. καὶ τοῦ καταληφθῆναι δέει ἀποδιδράσκουσιν ἐς τὰ ἀλσώδη χωρία, καὶ αὐτοῖς τὰ δάση κρησφύγετα ὡς ἂν εἴποις ἐστίν.