Book 4
31
ὁ ἐλέφας, οἳ μὲν αὐτοῦ προκύπτειν χαυλιόδοντάς φασιν, οἳ δὲ κέρατα. ἔχει δὲ καὶ καθʼ ἕκαστον πόδα δακτύλους πέντε, ὑποφαίνοντας μὲν τὰς ἐκφύσεις, οὐ μὴν διεστῶτας. ταῦτά τοι καὶ νηκτικός ἐστιν ἥκιστα. σκέλη δὲ τὰ κατόπιν τῶν προσθίων βραχύτερά ἐστι· μαζοὶ δὲ αὐτῷ πρὸς ταῖς μασχάλαις εἰσί· μυκτῆρα δὲ κέκτηται χειρὸς παγχρηστότερον καὶ γλῶτταν βραχεῖαν· χολὴν δὲ αὐτὸν ἔχειν οὐ κατὰ τὸ ἧπαρ ἀλλὰ πρὸς τῷ ἐντέρῳ φασί. κύειν δὲ πυνθάνομαι δύο ἐτῶν τὸν ἐλέφαντα. οἳ δὲ οὐ τοσοῦτον χρόνον, ἀλλὰ ὀκτωκαίδεκα μηνῶν ὁμολογοῦσιν. ἀποτίκτει δὲ ἰσήλικα τὸ μέγεθος μόσχῳ ἐνιαυσίῳ, σπᾷ δὲ τῆς θηλῆς τῷ στόματι. ἐνθουσιῶν δὲ ἐς μίξιν οἴστρῳ τε φλεγόμενος ἐμπίπτει τοίχῳ καὶ ἀνατρέπει, καὶ φοίνικας κλίνει, τὸ μέτωπον προσαράττων κατὰ τοὺς κριούς. πίνει δὲ ὕδωρ οὐ διειδὲς οὐδὲ καθαρόν, ἀλλʼ ὅταν ὑποθολώσῃ τε καὶ ὑποταράξῃ. καθεύδει γε μὴν ὀρθοστάδην· κατακλινῆναι γὰρ καὶ ἐξαναστῆναι ἐργῶδες αὐτῷ. ἀκμὴ δὲ ἐλέφαντι ἑξήκοντα ἔτη. κρυμῷ δὲ ὁμιλεῖν ἥκιστός ἐστι. διατείνει δὲ τὸν βίον καὶ ἐς διπλῆν ἑκατοντάδα.