Book 3
5
οὐκ ἂν διέλθοιεν τὸν καλούμενον Καμπύλινον ποταμόν. Ἰσσηδόνες δὲ τούτοις συνοικοῦντες τοῖς μύρμηξι καλοῦνταί τε καί εἰσιν. φαγοῦσα ὄφεως χελώνη καὶ ἐπιτραγοῦσα ὀριγάνου ἐξάντης γίνεται τοῦ κακοῦ, ὃ πάντως αὐτὴν ἀνελεῖν ἔμελλεν. περιστερὰν δὲ ὀρνίθων σωφρονεστάτην καὶ κεκολασμένην ἐς ἀφροδίτην μάλιστα ἀκούω λεγόντων· οὐ γάρ ποτε ἀλλήλων διασπῶνται, οὔτε ἡ θήλεια, ἐὰν μὴ ἀφαιρεθῇ τύχῃ τινὶ τοῦ συννόμου, οὔτε ὁ ἄρρην, ἐὰν μὴ χῆρος γένηται. πέρδικες δὲ ἀκράτορές εἰσιν ἀφροδίτης· οὐκοῦν τὰ ᾠὰ τὰ γεννώμενα ἀφανίζουσιν, ἵνα μὴ ἄγωσιν αἱ θήλειαι παιδοτροφοῦσαι τῆς πρὸς αὐτοὺς ὁμιλίας ἀσχολίαν.
6
λύκοι ποταμὸν διανέοντες, ὑπὲρ τοῦ μὴ πρὸς βίαν ἐκ τῆς τοῦ ῥεύματος ἐμβολῆς ἀνατρέπεσθαι ἕρμα ἴδιον αὐτοῖς ἡ φύσις συμπλάσασα ἐδιδάξατο σωτηρίαν ἐξ ἀπόρων καὶ μάλα εὔπορον. τὰς οὐρὰς τὰς ἀλλήλων ἐνδακόντες, εἶτα ἀντιπίπτουσι τῷ ῥεύματι, καὶ ἀλύπως διενήξαντο καὶ ἀσφαλῶς.
7
ὄνοις θηλείαις βρώμησιν ἡ φύσις οὐκ ἔνειμε, φασί. κύνας δὲ ἀφώνους ἀποφαίνειν ταῖς ὑαίναις ἡ αὐτὴ παρέσχεν. εὐωδία δὲ καὶ μύρον γυψὶν αἴτια θανάτου. κύκνων δὲ κώνειον ὄλεθρος. κάμηλον δὲ ὡς δέδοικεν ἵππος ἔγνω Κῦρός τε καὶ Κροῖσος, ὥς φασιν.
8
τὰ βρέφη τὰ τῶν ἵππων ὅταν αἱ μητέρες καταλίπωσι πρὸ τῆς ἐκείνων ἐκθρέψεως οἷον ὀρφανά, ἐκτρέφουσι μετὰ τῶν οἰκείων παιδίων οἰκτείρουσαι αἱ ἄλλαι αὐτά.