Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 3

37 ἐν Σερίφῳ βάτραχοι, τὸ παράπαν οὐκ ἂν αὐτῶν ἀκούσειας φθεγγομένων· εἰ δὲ αὐτοὺς κομίσειας ἀλλαχόθι, διάτορόν τε καὶ τραχύτατον ἠχοῦσιν. ἐν Πιέρῳ δὲ τῆς Θετταλίας λίμνη ἐστίν, οὐκ ἀέναος, ἀλλὰ χειμῶνος ἐκ τῶν συρρεόντων ἐς αὐτὴν ὑδάτων τίκτεται. οὐκοῦν ἐὰν ἐμβάλῃ τις βατράχους ἐς αὐτήν, σιωπῶσιν, ἀλλαχοῦ φθεγγόμενοι. ὑπὲρ δὲ τῶν Σεριφίων βατράχων κομπάζουσι Σερίφιοι ἐλθεῖν ἐκ τοῦ κατὰ τῆς Γοργόνος ἄθλου τὸν Περσέα πολλὴν περιελθόντα γῆν, καὶ οἷα εἰκὸς καμόντα ἀναπαύσασθαι τῆς λίμνης πλησίον καὶ κατακλινῆναι ὕπνου δεόμενον. τοὺς δὲ βατράχους βοᾶν καὶ ἐρεσχελεῖν τὸν ἥρωα καὶ τὸν ὕπνον αὐτῷ διακόπτειν· τὸν Περσέα δὲ εὔξασθαι τῷ πατρὶ τοὺς βατράχους κατασιγάσαι. τὸν δὲ ὑπακοῦσαι καὶ χαριζόμενον τῷ υἱεῖ τῶν ἐκεῖθι βατράχων αἰώνιον σιγὴν καταψηφίσασθαι. λέγει δὲ Θεόφραστος ἐκβάλλων τὸν μῦθον καὶ Σεριφίους τῆς ἀλαζονείας παραλύων τὴν τοῦ ὕδατος ψυχρότητα αἰτίαν εἶναι τῆς ἀφωνίας τῶν προειρημένων.
38 ἐν τοῖς ὑγροῖς χωρίοις καὶ ἔνθα νοτιώτατος ὁ ἀὴρ ὑπεράγαν, οἱ ἀλεκτρυόνες οὐκ ᾅδουσι, φησὶ Θεόφραστος. ἡ δὲ ἐν Φενεῷ λίμνη ἰχθύων ἄγονός ἐστι. ψυχροὶ δὲ ἄρα ὄντες τὴν σύγκρασιν οἱ τέττιγες εἶτα μέντοι πυρούμενοι τῷ ἡλίῳ ᾅδουσιν, ἐκεῖνος λέγει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme