Book 2
52
λέγει δὲ Ἀριστοτέλης τῶν ζῴων τὰ μὲν ζῳοτόκα εἶναι, τὰ δὲ ᾠὰ τίκτειν, τὰ δὲ σκώληκας· καὶ ζῷα μὲν ἀνθρώπους γεννᾶν καὶ τὰ λοιπὰ ὅσα τριχῶν ἐστιν ἐπήβολα, καὶ τὰ κητώδη τῶν ἐνύδρων· τούτων δὲ τὰ μὲν αὐλόν, βράγχια δὲ οὐκ ἔχειν, οἷον δελφῖνα καὶ φάλαιναν.
53
Μυσοῖς ἄγουσιν ἄχθη βόες, καὶ κεράτων ἄμοιροί εἰσι. λέγω δὲ τὴν ἀγέλην ἄκερων ὁρᾶσθαι οὐκέτι διὰ κρύος, ἀλλὰ τῶν βοῶν τῶνδε ἰδίᾳ φύσει, καὶ τὸ μαρτύριον παρὰ πόδας· γίνονται γὰρ καὶ ἐν Σκύθαις κεράτων οὐκ ἀγέραστοι βόες. ἐγὼ δὲ ἀκούω λέγοντός τινος ἐν συγγραφῇ καὶ μελίττας Σκυθίδας εἶναι, ἐπαΐειν τε τοῦ κρύους οὐδὲ ἕν, καὶ μέντοι καὶ πιπράσκειν ἐς Μυσοὺς κομίζοντας Σκύθας οὐκ ὀθνεῖον σφίσιν ἀλλὰ αὐθιγενὲς μέλι καὶ κηρία ἐπιχώρια. εἰ δὲ ἐναντία Ἡροδότῳ λέγω, μή μοι ἀχθέσθω· ὁ γὰρ ταῦτα εἰπὼν ἱστορίαν ἀποδείκνυσθαι ἀλλʼ οὐκ ἀκοὴν ᾅδειν ἔφατο ἡμῖν ἀβασάνιστον.
54
τῶν θαλαττίων πυνθάνομαι μόνον τὸν σκάρον τὴν τροφὴν ἀναπλέουσαν ἐπεσθίειν, ὥσπερ οὖν καὶ τὰ βληχητά, ἃ δὴ καὶ μαρυκᾶσθαι λέγουσιν.
55
ὁ γαλεὸς ὠδίνει διὰ τοῦ στόματος ἐν τῇ θαλάττῃ, πάλιν τε ἐσδέχεται τὰ βρέφη, καὶ ἀνεμεῖ ταῖς αὐταῖς ὁδοῖς ζῶντα καὶ ἀπαθῆ.