Book 2
25
ἐς τὴν νηδὺν κατολισθάνει τὸ πτύαλον, καὶ γίνεταί οἱ τοσοῦτον κακὸν ὡς σήπειν τὸν ἔχιν. ἔνθεν τοι καὶ ἀνθρώπῳ δῆγμα ἀνθρώπου μιαρόν ἐστι καὶ κινδυνῶδες οὐδενὸς θηρίου μεῖον. ἐν ὥρᾳ θερείῳ, ἀμητοῦ κατειληφότος καὶ τῶν σταχύων τριβομένων ἐν τῷ δίνῳ, κατὰ ἴλας συνίασιν οἱ μύρμηκες, καθʼ ἕνα ἰόντες καὶ κατὰ δύο δέ, ἀλλὰ καὶ ἐς τὸν τρίτον στοῖχον ἔρχονται, τοὺς ἑαυτῶν οἴκους καὶ τὰς συνήθεις στέγας ἀπολείποντες· εἶτα ἐκλέγουσι τῶν πυρῶν καὶ τῶν κριθῶν, καὶ τὴν αὐτὴν χωροῦσιν ἀτραπόν. καὶ οἳ μὲν ἀπίασιν ἐπὶ τὴν τῶν προειρημένων συλλογήν, οἳ δὲ κομίζουσι τὸν φόρτον, καὶ πάνυ αἰδεσίμως καὶ πεφεισμένως ἀλλήλοις ἀφίστανται τῆς ὁδοῦ, καὶ μᾶλλον τοῖς ἀχθοφόροις οἱ κοῦφοι· κατελθόντες δὲ ἐς τὰ οἰκεῖα τὰ σφέτερα καὶ πληρώσαντες τοὺς ἐν τῷ μυχῷ σφίσι σιρούς, ἑκάστου σπέρματος διατρήσαντες τὸ μέσον, τὸ μὲν ἐκπεσὸν δεῖπνον γίνεται τῷ μύρμηκι ἐν τῷ τέως, τὸ δὲ λοιπὸν ἄγονόν ἐστι. παλαμῶνται δὲ ἄρα οἱ γενναῖοι οἰκονόμοι καὶ φρουροὶ τοῦτο, ἵνα μὴ τῶν ὄμβρων περιρρευσάντων, εἶτα ἔκφυσιν ὁλόκληρα ἐκεῖνα ὄντα λάβῃ τινὰ καὶ ἀναθήλῃ, καὶ τούτων γενομένων ἀτροφίᾳ καὶ λιμῷ διὰ χειμῶνος περιπέσωσι, καὶ αὐτοῖς ἐξαμβλώσῃ ἡ σπουδή. φύσεως μὲν δὴ καὶ μύρμηκες λαβεῖν δῶρα εὐτύχησαν καὶ ταῦτα ὡς ἄλλα.