Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 2

23 τὸν σαῦρον εἰ παίσας εἴτε ἑκὼν εἴτε καὶ κατὰ τύχην ῥάβδῳ μέσον διατέμοις, οὐδέτερον αὐτῷ τῶν μερῶν ἀποτέθνηκεν, ἀλλὰ χωρὶς καὶ καθʼ ἑαυτὸ πρόεισί τε καὶ ζῇ δύο ποσὶν ἐπισυρόμενον τὸ ἡμίτομον καὶ ἐκεῖνο καὶ τοῦτο. εἶτα ὅταν συνέλθῃ ʽσύνεισι γὰρ πρὸς τὸ λεῖπον τὸ ἕτερον πολλάκισʼ, συνδυασθέντε συνηλθέτην ἐκ τῆς διαιρέσεως· καὶ ἑνωθεὶς ὁ σαῦρος, τοῦ μὲν πάθους τὸ ἴχνος αὐτῷ κατηγορεῖ ἡ οὐλή, περιθέων δὲ καὶ τὴν ἀρχαίαν βιοτὴν ἔχων ἔοικε τῶν προειρημένων μὴ πεπειραμένῳ.
24 ἰὸς μὲν ὁ τῶν ἑρπετῶν δεινός ἐστι, καὶ ὅ γε τῆς ἀσπίδος ἔτι μᾶλλον. καὶ τούτων ἀντίπαλα καὶ ἀμυντήρια ῥᾳδίως οὐκ ἂν εὕροι τις, εἰ καὶ σοφώτατος εἴη κηλεῖν τε ὀδύνας καὶ ἀφανίζειν. ἦν δὲ ἄρα καὶ ἐν ἀνθρώπῳ τις ἰὸς ἀπόρρητος, καὶ πεφώραται τὸν τρόπον ἐκεῖνον. ἔχιν εἰ λάβοις, καὶ πάνυ εὐλαβῶς τε καὶ ἐγκρατῶς τοῦ τραχήλου κατάσχοις, καὶ διαστήσας τὸ στόμα εἶτα αὐτῷ προσπτύσειας,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme