Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 17

15 Ἀριστοτέλης λέγει πέρδικα θῆλυν, ὅταν κατὰ ἄνεμον γένηται τοῦ ἄρρενος, ἐγκύμονα γίνεσθαι φύσει τινὶ ἀπορρήτῳ. διαπλέκει δὲ ἄρα ὁ ὄρνις οὗτος ἐν ἡμέραις τὴν νεοττιὰν ἑπτά, καὶ ἐν ἑπτὰ μέντοι τίκτει, ἐν δὲ ταῖς τοσαύταις καὶ ἐκτρέφει τὰ νεόττια. Τίμαιος δὲ καὶ Ἡρακλείδης καὶ Νεοκλῆς ὁ ἰατρὸς λέγουσι τοὺς φρύνους δύο ἥπατα ἔχειν, καὶ τὸ μὲν ἀποκτείνειν, τὸ δὲ ἐκείνου πεφυκέναι ἀντίπαλον· σώζειν γάρ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme