Book 17
7
Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ περὶ ζῴων φησὶ τοὺς ἐλέφαντας ἐσθίειν κριθῶν μεδίμνους Μακεδονικοὺς ἐννέα, ἀλφίτων δὲ ἐπὶ τούτοις ἕξ, εἰ δὲ δοίης, καὶ ἑπτά· πίνειν δὲ αὐτοὺς ὁ αὐτὸς λέγει μετρητὰς Μακεδονικοὺς τετταρεσκαίδεκα, καὶ πάλιν τῆς δείλης ἐπιπίνειν ὀκτώ. βιοῦν δὲ ἐλέφαντας ἔτη διακόσιά φησι, προϊέναι δὲ ἔστιν οὓς καὶ ἐς τρεῖς ἑκατοντάδας. Διειδὲς δὲ ὕδωρ καὶ ἀκραιφνὲς καμήλῳ πιεῖν ἔχθιστόν ἐστι, τεθολωμένον δὲ καὶ ῥυπαρὸν ἥδιστον πωμάτων ἡγεῖται. καὶ μέντοι καὶ ἐς ποταμὸν ἐὰν ἀφίκηται ἢ λίμνην, οὐ πρότερον ἐπικύπτει πιεῖν, πρὶν ἢ τοῖς ποσὶν ἀναταράξῃ τὴν ἰλὺν καὶ ἀφανίσῃ τὸ κάλλος τοῦ ὕδατος. ἄποτος δὲ ἐὰν μείνῃ, διακαρτερεῖ καὶ ὀκτὼ ἡμέρας.
8
Πυθαγόρας ἐν τοῖς περὶ τῆς Ἐρυθρᾶς θαλάττης λέγει ζῷόν τι γίνεσθαι χερσαῖον περὶ τὸ πέλαγος ἐκεῖνο, τὸν καλούμενον κῆπον. φερώνυμον δὲ εἶναι· ἔχειν γὰρ χρόας πολλάς. καὶ μέγεθος μὲν εἰληχέναι τὸν τέλειον κατὰ τοὺς κύνας τοὺς Ἐρετρικούς. περιελθεῖν δὲ αὐτοῦ τὸ ποικίλον ἐθέλω καὶ δεῖξαι τῷ λόγῳ, ὡς ἐκεῖνος γράφει. τὰ μὲν δὴ περὶ τὴν κεφαλὴν αὐτῷ καὶ τὸ νῶτον καὶ τὴν ῥάχιν ἐς τὴν οὐρὰν τελευτῶντα ἀκράτως πυρρά ἐστι, θεάσαιο δʼ ἂν καὶ τρίχας χρυσοειδεῖς τινας διεσπαρμένας· λευκὸν δὲ τὸ πρόσωπόν οἱ μέχρι τῶν παρειῶν, ἐντεῦθέν γε μὴν ταινίαι χρυσοειδεῖς κατίασιν ἐς τὴν δέρην. ταύτης δὲ τὰ κάτω μέχρι τῶν στέρνων καὶ οἱ πόδες δὲ οἱ πρόσθιοι λευκανθίζει πάντα. μαζοὶ δὲ χειροπληθεῖς δύο κυανοῖ, γαστὴρ δὲ λευκὴ πᾶσα, πόδες δὲ οἱ κατόπιν μέλανές εἰσι. προσώπου δὲ μορφή, κυνοκεφάλῳ παραβαλὼν αὐτὴν ἀληθεύσεις, εὖ ἴσθι.