Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 16

13 Ἰνδῶν δὲ ἰχθύων ἴδια καὶ ἐκεῖνα. βατίδες γίνονται παρʼ αὐτοῖς οὐδέν τι μείους Ἀργολικῆς ἀσπίδος ἑκάστη, καρίδες δὲ καὶ μείζους καράβων αἱ Ἰνδῶν εἰσίν. αἱ μὲν οὖν ἐκ τῆς θαλάττης ἀναθέουσαι διὰ τοῦ ποταμοῦ τοῦ Γάγγου χηλὰς μεγίστας ἔχουσι καὶ τραχείας θιγεῖν, τάς γε μὴν ἐκ τῆς Ἐρυθρᾶς ἐκπιπτούσας ἐς τὸν Ἰνδὸν λείας ἔχειν πέπυσμαι τὰς ἀκάνθας, προμήκεις γε μὴν καὶ βοστρυχώδεις τὰς ἀπηρτημένας ἕλικας. χηλὰς δὲ οὐκ ἔχειν ταύτας.
14 χελώνη δὲ ἐν Ἰνδοῖς ποταμία τὸ χελώνιον ἔχει σκάφης οὐ μεῖον τελείας. χωρεῖ γοῦν ἕκαστον μεδίμνους δέκα ὀσπρίων. γίνονται δὲ καὶ χερσαῖαι χελῶναι, καὶ εἶεν ἂν τὸ μέγεθος κατὰ τὰς βώλους τὰς μεγίστας, αἵπερ οὖν ἐπανίστανται ἐν τοῖς βαθέσιν ἀρώμασιν, εὐπειθοῦς μὲν οὔσης τῆς γῆς, ἐς πολὺ δὲ κατιόντος τοῦ ἀρότρου καὶ τὴν αὔλακα σχίζοντος ῥᾷστα καὶ ἐγείροντος τὰς βώλους ὑψοῦ. ταύτας δὲ καὶ ἀποδύεσθαι τὸ ἔλυτρόν φασιν. οἱ τοίνυν ἀρόται καὶ πᾶν τὸ περὶ τοὺς ἀγροὺς ἐργατικὸν ταῖς μακέλλαις ἀνασπῶσιν αὐτάς, καὶ ἐξαίρουσιν ὥσπερ οὖν ἐκ τῶν θριπηδέστων φυτῶν τὰς εὐλάς. εἰσὶ δὲ γλυκεῖαι τὴν σάρκα καὶ πίονες, οὐ μὴν κατὰ τὰς θαλαττίας πικραὶ καὶ αὗται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme