Book 15
14
κομίζουσι δὲ ἄρα τῷ σφετέρῳ βασιλεῖ οἱ Ἰνδοὶ τίγρεις πεπωλευμένους καὶ τιθασοὺς πάνθηρας καὶ ὄρυγας τετράκερως, βοῶν δὲ γένη δύο, δρομικούς τε καὶ ἄλλους ἀγρίους δεινῶς. ἐκ τούτων γε τῶν βοῶν καὶ τὰς μυιοσόβας ποιοῦνται, καὶ τὸ μὲν ἄλλο σῶμα παμμέλανές εἰσιν οἵδε, τὰς δὲ οὐρὰς ἔχουσι λευκὰς ἰσχυρῶς. καὶ περιστερὰς ὠχρὰς κομίζουσιν, ἅσπερ οὖν καὶ λέγουσι μήτε ἡμεροῦσθαι μήτε ποτὲ πραΰνεσθαι, καὶ ὄρνιθας δέ, οὓς κερκορώνους φιλοῦσιν ὀνομάζειν, καὶ κύνας γενναίους, ὑπὲρ ὧν ἄνω μοι λέλεκται, καὶ πιθήκους λευκοὺς καὶ μελαντάτους ἄλλους· τοὺς γάρ τοι πυρροὺς ὡς γυναιμανεῖς ἐς τὰς πόλεις οὐκ ἄγουσιν, ἀλλὰ καί ποθεν ἐπιπηδήσαντες ἀναιροῦσιν, ὡς μοιχοὺς μεμισηκότες.
15
Ἰνδῶν δὲ ὁ μέγας βασιλεὺς μιᾶς ἡμέρας ἀνὰ πᾶν ἔτος ἀγωνίας προτίθησι τοῖς τε ἄλλοις ὅσοις εἶπον ἑτέρωθι, ἐν δὲ τοῖς καὶ ζῴοις ἀλόγοις, ἀλλὰ ἐκείνοις γε ὧν ἐκπέφυκε κέρατα. κυρίττει δὲ ταῦτα ἄλληλα, καὶ φύσει τινὶ θαυμαστῇ μέχρι νίκης ἁμιλλᾶται, ὥσπερ οὖν ἀθληταὶ ἢ ὑπὲρ ἄθλων μεγίστων ἰσχυριζόμενοι ἢ ὑπὲρ κλέους σεμνοῦ καὶ φήμης τινὸς ἀγαθῆς. εἰσὶ δὲ οἱ ἀγωνισταὶ οἵδε οἱ ἄλογοι ταῦροί τε ἄγριοι καὶ κριοὶ ἥμεροι καὶ οἱ καλούμενοι μέσοι καὶ ὄνοι μονόκερῳ καὶ ὕαιναι. φασὶ δὲ εἶναι τοῦτο τὸ ζῷον δορκάδος μὲν ἧττον, ἐλάφου δὲ πολλῷ θρασύτερον καὶ θυμούμενον ἐς κέρας. εἶτα ἐπὶ πᾶσιν οἱ ἐλέφαντες ἀγωνισταὶ παρίασιν· προχωροῦσι δὲ οὗτοι καὶ μέχρι θανάτου τιτρώσκοντες ἀλλήλους τοῖς κέρασιν, καὶ πολλάκις μὲν ὁ ἕτερος κρατεῖ καὶ ἀποκτείνει τὸν ἀντίπαλον, πολλάκις δὲ καὶ συναποθνήσκουσιν.