Book 13
23
ἐγὼ δὲ ἄρα ὡς εἶχον ὁρμῆς ἐπὶ μακρότατον ταῦτά τε καὶ τὰ ὑπὲρ τούτων ἀνασκοπούμενός τε καὶ ἀνιχνεύων πέπυσμαι καὶ σκολόπενδραν εἶναί τι θαλάττιον κῆτος, μέγιστον κητῶν καὶ τοῦτο, καὶ ἐκβρασθεῖσαν μὲν θεάσασθαι οὐκ ἄν τις θρασύνοιτο. λέγουσι δὲ οἱ ἀκριβοῦντες ἄνθρωποι τὰ θαλάττια ὁρᾶσθαι αὐτὰς πλωτάς, καὶ πᾶν μὲν ὅσον ἐστὶ κεφαλή, τοῦτο ὑπερτείνειν ἔξαλον, καὶ μέντοι καὶ μυκτήρων τρίχας ἐξεχούσας καὶ μάλα γε ὑψηλὰς ἐπιδεικνύναι, πλατεῖαν δὲ τὴν οὐρὰν καὶ οἵαν δοκεῖν καράβου. ἤδη δὲ ἄρα αὐτῆς καὶ τὸ λοιπὸν σῶμα ἐπιπολάζον τοῖς κύμασιν ὁρᾶται, ὅσον ἀντικρῖναι τριήρους τελείας αὐτὸ μεγέθει. νήχονται δὲ ἄρα πολλοῖς τοῖς ποσὶ καὶ κατὰ στοῖχον ἐντεῦθεν καὶ ἐκεῖθεν οἱονεὶ σταλμοῖς παρηρτημένοις ʽεἰ καὶ τραχύτερον ἀκοῦσαἰ ἑαυτὰς ἐρέττουσαι. λέγουσιν οὖν οἱ δεινοὶ ταῦτα καὶ ὑπηχεῖν τὸ ῥόθιον ἡσυχῆ, καὶ πείθουσι λέγοντες.
24
Ξενοφῶν δὲ ὑπὲρ κυνῶν λέγει καὶ ταῦτα. δεῖν ἐς τὰ ὄρη πολλάκις ἄγειν αὐτάς, τὰ δὲ ἔργα ἧττον· τοὺς γάρ τοι τριμμοὺς τοὺς ἐκ τῶν ἐνεργῶν χωρίων λυπεῖν τε αὐτὰς καὶ σφάλλειν. λῷον δὲ εἶναι ὁ αὐτός φησιν ἐς τὰ τραχέα ἄγειν, καὶ κέρδος γε ἐκεῖνο πρὸς τούτῳ διδάσκει, εὔποδάς τε αὐτὰς γίνεσθαι καὶ ἁλτικωτέρας ἐκπονούσας τὸ σῶμα. ἴχνη δὲ ἄρα λαγὼ τοῦ μὲν χειμῶνος μακρὰ ὁρᾶσθαι λέγει διὰ τὸ μῆκος τῶν νυκτῶν, τοῦ δὲ θέρους οὐκέτι διὰ τοὐναντίον. καὶ σαφὲς ἐκ τοῦ προειρημένου τί βούλεται τὸ ἐναντίον.