Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 13

13 ἦν δὲ ἄρα ὁ λαγὼς καὶ ἀνέμων τε καὶ ὡρῶν ἐπιστήμων· σοφὸν γάρ τι χρῆμα αὐτοῦ, ἀλλʼ οὐκ εὔχαρι ὄν. χειμῶνος οὖν τὸν κοῖτον ἐν τοῖς προσηλίοις τίθεται· δῆλα γὰρ δὴ ὅτι θάλπεται μὲν ἀσμένως, κρύει δὲ ἐχθρῶς ἔχει· θέρους δὲ πρὸς ἄρκτον ἀποκλίνει πόθῳ ψύχους. τῆς δὲ τῶν ὡρῶν διαφορᾶς αἱ ῥῖνες αὐτῷ γνώμων. οὐ μὴν ἐπιμύει καθεύδων ὁ λαγώς, καὶ τοῦτο αὐτῷ ζῴων μόνῳ περίεστιν, οὐδὲ νικᾶται τῷ ὕπνῳ τὰ βλέφαρα· φασὶ δὲ αὐτὸν καθεύδειν μὲν τῷ σώματι, τοῖς δὲ ὀφθαλμοῖς τηνικάδε ὁρᾶν. γράφω δὲ ἅπερ οὖν οἱ σοφοὶ τῶν θηρατῶν λέγουσιν. εἰσὶ δὲ αὐτῶν νύκτωρ αἱ νομαί, τοῦτο μὲν καὶ τροφῆς ξένης ἐπιθυμίᾳ ἴσως, ἐγὼ δʼ ἂν φαίην ὅτι γυμνασίας ἕνεκα, ἵνα καὶ τηνικάδε ἐπὰν ἀπὸ τοῦ ὕπνου καρτερῇ ἐνεργὸς ὢν κρατύνηται τὸ τάχος. τῆς δὲ ὁδοῦ τῆς ὀπίσω ἐρᾷ δεινῶς, καὶ συντρόφου παντὸς χωρίου ἡττᾶται· ἔνθεν τοι καὶ ἁλίσκεται τὰ πολλά, τὰ ἤθη τὰ οἰκεῖα ἐκλιπεῖν οὐχ ὑπομένων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme