Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 11

4 τὴν Δήμητρα Ἑρμιονεῖς σέβουσι, καὶ θύουσιν αὐτῇ μεγαλοπρεπῶς τε καὶ σοβαρῶς, καὶ τὴν ἑορτὴν Χθόνια καλοῦσι. μεγίστας γοῦν ἀκούω βοῦς ὑπὸ τῆς ἱερείας τῆς Δήμητρος ἄγεσθαί τε πρὸς τὸν βωμὸν ἐκ τῆς ἀγέλης καὶ θύειν ἑαυτὰς παρέχειν. καὶ οἷς λέγω μάρτυς Ἀριστοκλῆς, ὅς πού φησι Δάματερ πολύκαρπε, σὺ κἠν Σικελοῖσιν ἐναργὴς καὶ παρʼ Ἐρεχθείδαις. ἓν δέ τι τοῦτο μέγα κρίνετʼ ἐν Ἑρμιονεῦσι· τὸν ἐξ ἀγέλης γὰρ ἀφειδῆ ταῦρον, ὃν οὐ χειροῦντʼ ἀνέρες οὐδὲ δέκα, τοῦτον γραῦς στείχουσα μόνα μόνον οὔατος ἕλκει τόνδʼ ἐπὶ βωμόν, ὃ δʼ ὡς ματέρι παῖς ἕπεται. σὸν τόδε, Δάματερ, σὸν τὸ σθένος· ἵλαος εἴης, καὶ πάντως θάλλοι κλᾶρος ἐν Ἑρμιόνῃ.
5 ἐν τῇ γῇ τῇ Δαυνίᾳ νεὼν μὲν εἶναι τῆς Ἀθηνᾶς τῆς Ἰλιάδος ᾅδουσι· τοὺς δὲ ἐνταυθοῖ κύνας τρεφομένους ὑμνοῦσι τῶν μὲν Ἑλλήνων τοὺς ἀφικνουμένους σαίνειν, ὑλακτεῖν δὲ τοὺς βαρβάρους.
6 ἐν Ἀρκαδίᾳ δὲ χώρᾳ ἐστὶν ἱερὸν Πανός· αὐλὴ τῷ χώρῳ τὸ ὄνομα. οὐκοῦν ὅσα ἂν ἐνταυθοῖ τῶν ζῴων καταφύγῃ ὥσπερ οὐν ἱκέτας ὁ θεὸς διʼ αἰδοῦς ἄγων εἶτα μέντοι σώζει τὴν μεγίστην σωτηρίαν αὐτά· οἱ γάρ τοι λύκοι οἱ διώκοντες παρελθεῖν ἔσω πεφρίκασι καὶ ἀναστέλλονται μόνον θεασάμενοι οἷ κατέφυγεν. ἴδια δὴ καὶ τούτων τῶν ζῴων ἔοικε πρὸς σωτηρίαν ἀγαθά.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme