Book 11
39
λέγουσι δὲ Αἰγύπτιοι τὸν ἱέρακα ζῶντα μὲν καὶ ἔτι περιόντα θεοφιλῆ ὄρνιν εἶναι, τοῦ βίου δὲ ἀπελθόντα καὶ μαντεύεσθαι καὶ ὀνείρατα ἐπιπέμπειν, ἀποδυσάμενον τὸ σῶμα καὶ ψυχὴν γεγενημένον γυμνήν. λέγουσι δὲ Αἰγύπτιοι καὶ τρίποδα ἱέρακα παρʼ αὐτοῖς φανῆναί ποτε, καὶ ὑγιᾶ δοκοῦσι λέγειν τοῖς πεπιστευκόσιν.
40
πέρδικες οἱ Παφλαγόνες δικάρδιοί εἰσιν, ὥσπερ οὖν Θεόφραστος λέγει. καὶ Θεόπομπος λέγει τοὺς ἐν Βισαλτίᾳ λαγὼς διπλᾶ ἥπατα ἔχειν ἕκαστον. λέγει δὲ Ἀπίων, εἰ μὴ τερατεύεται, καὶ ἐλάφους νεφροὺς τέτταρας ἔχειν κατά τινας τόπους. λέγει δὲ ὁ αὐτὸς καὶ κατὰ τὸν Οἴνιδα τὸν Μήνιδος δικέφαλον γέρανον φανῆναι, καὶ εὐθενῆσαι τὴν Αἴγυπτον· καὶ ἐπʼ ἄλλου βασιλέως τετρακέφαλον ὄρνιν, καὶ πλημμυρῆσαι τὸν Νεῖλον ὡς οὔποτε, καὶ καρπῶν ἀφθονίαν γενέσθαι καὶ εὐποτμίαν ληίων θαυμαστήν. τετράκερων δὲ ἔλαφον Νικοκρέων ὁ Κύπριος ἔσχε, καὶ ἀνέθηκε Πυθοῖ καὶ ὑπέγραψε σῆς ἕνεκεν, Λητοῦς τοξαλκέτα κοῦρʼ, ἐπινοίας τήνδʼ ἕλε Νικοκρέων τετράκερων ἔλαφον. καὶ μέντοι καὶ τετράκερω πρόβατα ἐν τῷ τοῦ Διὸς τοῦ Πολιέως ἦν καὶ τρίκερω. ἐγὼ δὲ καὶ πεντάποδα βοῦν ἱερὸν ἐθεασάμην, ἀνάθημα τῷ θεῷ τῷδε ἐν τῇ πόλει τῇ Ἀλεξανδρέων τῇ μεγάλῃ, ἐν τῷ ᾀδομένῳ τοῦ θεοῦ ἄλσει, ἔνθα περσέαι σύμφυτοι σκιὰν περικαλλῆ καὶ ψῦξιν ἀπεδείκνυντο. καὶ ἦν μόσχος ἐνταῦθα τὴν χρόαν κηρῷ προσεικασμένος, καὶ ἐπὶ τοῦ ὤμου πόδα ἀπηρτημένον εἶχε περίεργον μὲν ὅσα ἐπιβῆναι, τέλειον δὲ ὅσα ἐς πλάσιν. καὶ ταῦτα μὲν δοκεῖ τῇ φύσει ὁμολογεῖν οὐ πάνυ τι, ἐγὼ δὲ ὅσα ἐς ἐμὴν ὄψιν τε καὶ ἀκοὴν ἀφίκετο εἶπον.