Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 11

21 κοχλίας δὲ ἄρα θαλάττιος ὁ ἐν τῇ Ἐρυθρᾷ θαλάττῃ γινόμενος ὡραιότατος ἰδεῖν ἦν καὶ μέγιστος. ἔστι μὲν γὰρ φοῖνιξ τὸ ἔλυτρον, ἔχει δὲ καὶ ἕλικα διηθισμένην καὶ πεποικιλμένην ὑπὸ τῆς φύσεως. στέφανον ἂν εἴποις ὁρᾶν ἔκ τινος πολυχροίας ἀνθῶν διαπλακέντα πρασίνων τε καὶ χρυσοειδῶν καὶ κινναβαρίνων, ἐναλλὰξ τῶν χρωμάτων κατεσπαρμένων διαστήμασιν ἴσοις.
22 τὸν δελφῖνα ἡ φύσις ἀεικίνητον εἰργάσατο, ὥς φασι, καὶ πέρας τούτῳ τῆς κινήσεως τὸ καὶ τοῦ βίου. ὕπνου γοῦν δεόμενος μετεωρίσας τὸ σῶμα καὶ ἀναπλεύσας ἐπʼ ἄκρον τὸ ὕδωρ, ὡς ὁρᾶσθαι πᾶς, καταδαρθάνει τηνικάδε· ἄυπνος δὲ καὶ ἄμοιρος τοῦδε τοῦ θεοῦ οὐδὲ οὗτός ἐστιν. ὅτι γοῦν καθεύδει, ὠθεῖται ἐς βυθόν, ἕως ἂν ψαύσῃ τῆς κάτω γῆς. ὅταν δὲ προσπελασθῇ αὐτῇ, διυπνίζεται κρουσθεὶς πρὸς τὸ δάπεδον, εἶτα ἀναδύνει. καὶ πάλιν ἐς ὕπνον ὑπαχθεὶς καὶ νικώμενος τοῦ θεοῦ κατολισθάνει, καὶ αὖθις ἀφυπνισθεὶς τῇ αὐτῇ κρούσει ἀναπλεῖ πάλιν. καὶ πολλάκις δρᾷ τοῦτο, μεταξὺ ἡσυχίας καὶ ἐνεργείας ὤν, οὐ μὴν ἐς ἀκινησίαν ἐκπίπτων παντελῆ ποτε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme