Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 10

33 ὅτι σώφρων ἐστὶν ἡ τρυγὼν καὶ πλὴν τοῦ συννόμου, ὅτῳ καὶ συνῆλθεν ἐξ ἀρχῆς, μὴ ἄν ποτε ὁμιλήσειεν ἀσπαζομένη λέχος ὀθνεῖόν τε καὶ ἀλλότριον, ἄνω μοι λέλεκται. ἀκούω δὲ τῶν ἀκριβούντων τὴν ὑπὲρ τῶν τοιούτων ἱστορίαν καὶ λευκὰς τρυγόνας φανῆναι πολλάκις. λέγουσι δὲ αὐτὰς ἱερὰς εἶναι Ἀφροδίτης τε καὶ Δήμητρος, Μοιρῶν δὲ καὶ Ἐρινύων τὰς ἄλλας.
34 ὤφθησάν ποτε καὶ χελιδόνες λευκαί, ὡς Ἀλέξανδρος ὁ Μύνδιός φησιν. ἐν δὲ τῇ Ἀλεξάνδρου τοῦ Πύρρου παιδὸς σκηνῇ χελιδὼν νεοττεύουσα εἶτα μέντοι ἀτελῆ τὴν πρᾶξιν αὐτῷ ἐφʼ ἥνπερ οὖν ὡρμᾶτο ὑπεσήμηνεν οὐ πάνυ τι οὖσαν ἀγαθήν. καὶ Ἀντιόχῳ δὲ νεοττεύουσα ἐν αὐτοῦ τὰ μέλλοντά οἱ ἀπαντήσεσθαι ὑπῃνίξατο· ἀνελθὼν γὰρ ἐς τοὺς Μήδους εἶτα μέντοι οὐκ ἐπανῆλθεν ἐς τοὺς Σύρους, ἀλλʼ ἑαυτὸν κατά τινος ἔωσε κρημνοῦ. ὥρμητο δὲ ἄρα ἐπὶ πρᾶξιν οὐ χρηστὴν καὶ οὗτος. ἡνίκα δὲ ἐξέλιπε τὴν ἀκρόπολιν τὸ πρότερον Διονύσιος, συνανήχθησάν οἱ καὶ αἱ νεοττεύουσαι χελιδόνες ἐκεῖθι, καὶ ἐμαντεύοντο τὴν ἐπάνοδον. τιμᾶται δὲ ἡ χελιδὼν θεοῖς μυχίοις καὶ Ἀφροδίτῃ, μυχίᾳ μέντοι καὶ ταύτῃ.
35 οἱ πέρδικες ὅταν ἐπῳάζωσι, προβάλλονταί τινας θάμνους καὶ δάση ἕτερα ὑπὲρ τοῦ καὶ δρόσους καὶ ὄμβρους καὶ πᾶν ὅ τι ἂν ᾖ νοτερὸν ἀποστέγειν αὐτῶν. εἰ γὰρ διάβροχά πως γένοιτο, ἐὰν μὴ πάλιν ἡ τεκοῦσα ὑποθάλψῃ αὐτὰ ἐπελθοῦσα ταχέως, γίνεται ἄγονα. ἀθρόα δὲ καὶ πεντεκαίδεκα ᾠὰ ἀποτίκτει. Παφλαγόνων δὲ ἄρα περδίκων διπλῆν ὁρᾶσθαι καρδίαν Θεόφραστός πού φησιν. ἄθυρμα δὲ ὁ πέρδιξ τῆς Διὸς καὶ Λητοῦς ὥς ἐστιν ἄλλοι λέγουσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme