Book 1
3
ὁ ἰχθὺς ὁ κέφαλος τῶν ἐν τοῖς ἕλεσι βιούντων ἐστί, καὶ πεπίστευται τῆς γαστρὸς κρατεῖν καὶ διαιτᾶσθαι πάνυ σωφρόνως. ζῴῳ μὲν γὰρ οὐκ ἐπιτίθεται, ἀλλὰ πρὸς πάντας τοὺς ἰχθῦς ἔνσπονδος εἶναι πέφυκεν· ὅτῳ δʼ ἂν ἐντύχῃ κειμένῳ, τοῦτό οἱ δεῖπνόν ἐστιν. οὐ πρότερον δὲ αὐτοῦ προσάπτεται, πρὶν ἢ τῇ οὐρᾷ κινῆσαι. καὶ ἀτρεμοῦντος μὲν ἔχει τὴν ἄγραν, κινηθέντος δὲ ἀνεχώρησεν.
4
τιμωροῦσιν ἀλλήλοις ὡς ἄνθρωποι πιστοὶ καὶ συστρατιῶται δίκαιοι οἱ ἰχθύες, οὕσπερ οὖν ἀνθίας οἱ τῆς θήρας ἐπιστήμονες τῆς θαλαττίας φιλοῦσιν ὀνομάζειν, ὄντας τὰ ἤθη πελαγίους. τούτων γοῦν ἕκαστοι, ὅταν νοήσωσι τεθηρᾶσθαι τὸν σύννομον, προσνέουσιν ὤκιστα, εἶτα ἐς αὐτὸν τὰ νῶτα ἀπερείδουσι, καὶ ἐμπίπτοντες καὶ ὠθούμενοι τῇ δυνάμει κωλύουσιν ἕλκεσθαι. καὶ οἱ σκάροι δὲ ἐς τὴν οἰκείαν ἀγέλην εἰσὶν ἀγαθοὶ τιμωροί. προσίασι γοῦν, καὶ τὴν ὁρμιὰν ἀποτραγεῖν