Book 1
47
φρύγεται διὰ τοῦ θέρους ὁ κόραξ τῷ δίψει κολαζόμενος, καὶ βοᾷ τὴν τιμωρίαν μαρτυρόμενος, ὥς φασι. καὶ τὴν αἰτίαν λέγουσιν ἐκείνην. ὁ Ἀπόλλων αὐτὸν θεράποντα ὄντα ὑδρευσόμενον ἀποπέμπει· ὃ δὲ ἐντυγχάνει ληίῳ βαθεῖ μέν, ἔτι δὲ χλωρῷ, καὶ μένει ἔστʼ ἂν αὖον γένηται, τῶν πυρῶν παραχναῦσαι βουλόμενος, καὶ τοῦ προστάγματος ὠλιγώρησε. καὶ ὑπὲρ τούτων ἐν τῇ μάλιστα αὐχμηροτάτῃ ὥρᾳ διψῶν δίκας ἐκτίνει. τοῦτο ἔοικε μύθῳ μέν, εἰρήσθω δʼ οὖν τῇ τοῦ θεοῦ αἰδοῖ.
48
ὁ κόραξ, ὄρνιν αὐτόν φασιν ἱερόν, καὶ Ἀπόλλωνος ἀκόλουθον εἶναι λέγουσι. ταῦτά τοι καὶ μαντικοῖς συμβόλοις ἀγαθὸν ὁμολογοῦσι τὸν αὐτόν, καὶ ὀττεύονταί γε πρὸς τὴν ἐκείνου βοὴν οἱ συνιέντες ὀρνίθων καὶ ἕδρας καὶ κλαγγὰς καὶ πτήσεις αὐτῶν ἢ κατὰ λαιὰν χεῖρα ἢ κατὰ δεξιάν. Προσακούω δὲ καὶ ᾠὰ κόρακος μελαίνειν τρίχας. καὶ χρὴ τὸν δολοῦντα τὴν ἑαυτοῦ κόμην ἔλαιον ἐν τῷ στόματι ἔχειν συμμύσαντα· εἰ δὲ μή, καὶ οἱ ὀδόντες αὐτῷ σὺν τῇ τριχὶ μελαίνονται δυσέκπλυτοί τε καὶ δυσέκνιπτοι.
49
ὁ μέροψ τὸ ὄρνεον ἔμπαλίν φασι τοῖς ἄλλοις ἅπασι πέτεται· τὰ μὲν γὰρ ἐς τοὔμπροσθεν ἵεται καὶ κατʼ ὀφθαλμούς, ὃ δὲ ἐς τοὐπίσω. καὶ ἔπεισί μοι θαυμάζειν τὴν φύσιν τῆς ἐπισήμου καὶ παραδόξου καὶ ἀήθους φορᾶς, ἣν ἐκεῖνο ἄττει τὸ ζῷον.