Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 1

39 θηρῶσι τὰς τρυγόνας οἱ τούτων ἀκριβοῦντες τὰ θήρατρα, καὶ μάλιστα τῆς πείρας οὐ διαμαρτάνουσι τὸν τρόπον τοῦτον. ἑστήκασιν ὀρχούμενοι καὶ ᾅδοντες εὖ μάλα μουσικῶς· αἳ δὲ καὶ τῇ ἀκοῇ θέλγονται καὶ τῇ ὄψει τῆς ὀρχήσεως κηλοῦνται καὶ προσίασιν ἐγγυτέρω. οἳ δὲ ὑπαναχωροῦσιν ἡσυχῆ καὶ βάδην, ἔνθα δήπου καὶ ὁ δόλος ταῖς δειλαίαις πρόκειται, δίκτυα ἐκπεπταμένα· εἶτα ἐμπίπτουσιν ἐς αὐτὰ καὶ ἁλίσκονται, ὀρχήσει καὶ ᾠδῇ ᾑρημέναι πρῶτον.
40 ὄρκυνος ὄνομα κητώδης ἰχθὺς οὐκ ἄσοφος ἐς τὰ αὑτοῦ λυσιτελέστατα, δῶρον λαχὼν φύσει τοῦτο, οὐ τέχνῃ. ὅταν γοῦν περιπαρῇ τῷ ἀγκίστρῳ, καταδύει αὑτὸν ἐς βυθὸν καὶ ὠθεῖ καὶ προσαράττει τῷ δαπέδῳ, καὶ κρούει τὸ στόμα, ἐκβαλεῖν τὸ ἄγκιστρον ἐθέλων· εἰ δὲ ἀδύνατον τοῦτο εἴη, εὐρύνει τὸ τραῦμα, καὶ ἐκπτύεται τὸ λυποῦν αὐτὸν καὶ ἐξάλλεται. πολλάκις δὲ οὐκ ἔτυχε τῆς πείρας, καὶ ὁ θηρατὴς ἄκοντα ἀνασπάσας ἔχει τὴν ἄγραν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme