Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 1

38 ὀρρωδεῖ ὁ ἐλέφας κεράστην κριὸν καὶ χοίρου βοήν. οὕτω τοι, φασί, καὶ Ῥωμαῖοι τοὺς σὺν Πύρρῳ τῷ Ἠπειρώτῃ ἐτρέψαντο ἐλέφαντας, καὶ ἡ νίκη σὺν τοῖς Ῥωμαίοις λαμπρῶς ἐγένετο. γυναικὸς δὲ ὡραίας τόδε τὸ ζῷον ἡττᾶται καὶ παραλύεται τοῦ θυμοῦ ἐκκωφωθὲν ἐς τὸ κάλλος. καὶ ἀντήρα φασὶν ἐν τῇ Αἰγυπτίᾳ Ἀλεξάνδρου πόλει γυναικὸς στεφάνους πλεκούσης Ἀριστοφάνει τῷ Βυζαντίῳ ἐλέφας. ἀγαπᾷ δὲ ὁ αὐτὸς καὶ εὐωδίαν πᾶσαν, καὶ μύρων καὶ ἀνθέων κηλούμενος τῇ ὀσμῇ. ὅστις βούλεται κλὼψ ἢ λῃστὴς κύνας ἄγαν ἀγριωτάτους κατασιγάσαι καὶ θεῖναι φυγάδας, ἐκ πυρᾶς ἀνθρώπου δαλὸν λαβὼν ὁμόσε αὐτοῖς χωρεῖ, φασίν· οἱ δὲ ὀρρωδοῦσιν. ἀκήκοα δὲ καὶ ἐκεῖνον τὸν λόγον. λυκοσπάδα οἶν πέξας τις καὶ ἐριουργήσας καὶ χιτῶνα ἐργασάμενος λυπεῖ τὸν ἠσθημένον· ὀδαξησμὸν γὰρ ἐργάζεται, ὡς λόγος. ἔριν δὲ εἴ τις καὶ στάσιν ἐθέλοι ἐν τῷ συνδείπνῳ ἐργάσασθαι, δηχθέντα ὑπὸ κυνὸς λίθον ἐμβαλὼν τῷ οἴνῳ λυπεῖ τοὺς συμπότας ἐκμαίνων. κανθάροις δὲ κακόσμοις θηρίοις εἴ τις ἐπιρράνειε μύρου, οἳ δὲ τὴν εὐωδίαν οὐ φέρουσιν, ἀλλʼ ἀποθνήσκουσιν. οὕτω τοί φασι καὶ τοὺς βυρσοδέψας συντραφέντας ἀέρι κακῷ βδελύττεσθαι μύρον. λέγουσι δὲ Αἰγύπτιοι καὶ τοὺς ὄφεις πάντας ἴβεων πτερὰ δεδιέναι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme