Book 1
33
τὴν μύραιναν τὸν ἰχθὺν τρέφει τὰ πελάγη. ὅταν δὲ αὐτὴν τὸ δίκτυον περιλάβῃ, διανήχεται καὶ ζητεῖ ἢ βρόχον ἀραιὸν ἢ ῥῆγμα τοῦ δικτύου πάνυ σοφῶς· καὶ ἐντυχοῦσα τούτων τινὶ καὶ διεκδῦσα ἐλευθέρα νήχεται αὖθις· εἰ δὲ τύχοι μία τῆσδε τῆς εὐερμίας, καὶ αἱ λοιπαὶ ὅσαι τοῦ αὐτοῦ γένους συνεαλώκασι κατὰ τὴν ἐκείνης φυγὴν ἐξίασιν, ὡς ὁδόν τινα λαβοῦσαι παρʼ ἡγεμόνος.
34
τὴν σηπίαν ὅταν μέλλωσιν αἱρεῖν οἱ τούτων ἀγαθοὶ θηραταί, συνεῖσα ἐκείνη παρῆκε τὸ ἐξ ἑαυτῆς ὑπόσφαγμα, καὶ καταχεῖται ἑαυτῆς, καὶ περιλαμβάνει καὶ ἀφανίζει πᾶσαν, καὶ κλέπτεται τὴν ὄψινὁ ἁλιεύς· καὶ ἣ μὲν ἐν ὀφθαλμοῖς ἐστιν, ὃ δὲ οὐχ ὁρᾷ. τοιοῦτόν τι καὶ τῷ Αἰνείᾳ νέφος περιβαλὼν ἠπάτησε τὸν Ἀχιλλέα ὁ Ποσειδῶν, ὡς Ὅμηρος λέγει.
35
βασκάνων ὀφθαλμοὺς καὶ γοήτων φυλάττεται καὶ τῶν ζῴων τὰ ἄλογα φύσει τινὶ ἀπορρήτῳ καὶ θαυμαστῇ. ἀκούω γοῦν βασκανίας ἀμυντήριον τὰς φάττας δάφνης κλωνία ἀποτραγούσας λεπτὰ εἶτα μέντοι ταῖς ἑαυτῶν καλιαῖς ἐντιθέναι τῶν νεοττίων φειδοῖ· ἰκτῖνοι δὲ ῥάμνον, κίρκοι δὲ πικρίδα, αἵ γε μὴν τρυγόνες τὸν τῆς ἴρεως καρπόν, ἄγνον δὲ κόρακες, οἱ δὲ ἔποπες τὸ ἀδίαντον, ὅπερ οὖν καὶ καλλίτριχον καλοῦσί τινες, ἀριστερεῶνα δὲ κορώνη, καὶ κιττὸν ἅρπη, καρκίνον δὲ ἐρωδιός, πέρδιξ δὲ καλάμου φόβην, θαλλὸν δὲ αἱ κίχλαι μυρρίνης. προβάλλεται δὲ καὶ κόρυδος ἄγρωστιν, ἀετοὶ δὲ τὸν λίθον, ὅσπερ οὖν ἐξ αὐτῶν ἀετίτης κέκληται. λέγεται δὲ οὗτος ὁ λίθος καὶ γυναιξὶ κυούσαις ἀγαθὸν εἶναι, ταῖς ἀμβλώσεσι πολέμιος ὤν.