Book 1
31
ὀνύχων ἀκμαῖς καὶ ὀδόντων διατομαῖς θαρροῦσι καὶ ἄρκτοι καὶ λύκοι καὶ πάρδοι καὶ λέοντες· τὴν δὲ ὕστριχα ἀκούω ταῦτα μὲν οὐκ ἔχειν, οὐ μὴν ὅπλων ὑπὸ τῆς φύσεως ἀμυντηρίων ἀπολελεῖφθαι ἐρήμην. τοῖς γοῦν ἐπιοῦσιν ἐπὶ λύμῃ τὰς ἄνωθεν τρίχας οἱονεὶ βέλη ἐκπέμπει, καὶ εὐστόχως βάλλει πολλάκις, τὰ νῶτα φρίξασα· καὶ ἐκεῖναί γε πηδῶσιν, ὥσπερ οὖν ἔκ τινος ἀφειμέναι νευρᾶς.
32
ἦ δεινὸν κακὸν καὶ νόσημα ἄγριον ἔχθρα καὶ μῖσος συμφυές, εἴπερ οὖν καὶ τοῖς ἀλόγοις ἐντέτηκε καὶ αὐτοῖς ἐστι δυσέκνιπτα. μύραινα γοῦν πολύποδα μισεῖ, καὶ πολύπους καράβῳ πολέμιος, καὶ μυραίνῃ κάραβος ἔχθιστός ἐστι. μύραινα μὲν γὰρ ταῖς ἀκμαῖς τῶν ὀδόντων τὰς πλεκτάνας τῷ πολύποδι διακόπτει, εἶτα μέντοι καὶ ἐς τὴν γαστέρα ἐσδῦσα αὐτῷ τὰ αὐτὰ δρᾷ, καὶ εἰκότως· ἣ μὲν γὰρ νηκτική, ὃ δὲ ἔοικεν ἕρποντι· εἰ δὲ καὶ τρέποιτο τὴν χρόαν κατὰ τὰς πέτρας, ἔοικεν αὐτῷ τὸ σόφισμα συμφέρειν οὐδὲ ἓν τοῦτο· ἔστι γὰρ συνιδεῖν ἐκείνη δεινὴ τοῦ ζῴου τὸ παλάμημα. τούς γε μὴν καράβους αὐτοὶ συλλαβόντες ἐς πνῖγμα, ὅταν νεκροὺς ἐργάσωνται, τὰ κρέα ἐκμυζῶσιν αὐτῶν. κέρατα δὲ τὰ ἑαυτοῦ ὁ κάραβος ἀνεγείρας καὶ θυμωθεὶς ἐς αὐτά, προκαλεῖται μύραιναν. οὐκοῦν ἣ μὲν τοῦ ἀντιπάλου τὰ κέντρα, ὅσα οἱ προβέβληται, ταῦτα οὐκ ἐννοοῦσα καταδάκνει· ὃ δὲ τὰς χηλὰς οἱονεὶ χεῖρας προτείνας, τῆς δέρης παρʼ ἑκάτερα ἐγκρατῶς ἐχόμενος οὐ μεθίησιν· ἣ δὲ ἀσχάλλει καὶ ἑαυτὴν ἑλίττει καὶ περιβάλλει τῶν ὀστράκων ταῖς ἀκμαῖς, ὧνπερ οὖν ἐς αὐτὴν πηγνυμένων μαλκίει τε καὶ ἀπαγορεύει, καὶ τελευτῶσα παρειμένη κεῖται· ὃ δὲ τὴν ἀντίπαλον ποιεῖται δεῖπνον.