Book 5
16
οἱ Στωικοὶ διὰ τοῦ. χορίου καὶ τοῦ ὀμφαλοῦ ὅθεν τοῦτον εὐθέως ἀποδεῖν τὰς μαιουμένας καὶ ἀνευρύνειν τὸ στόμα, ἵνα ἑτέρα γένηται ἡ μελέτη τῆς τροφῆς.
16
Ἀλκμαίων διʼ ὅλου τοῦ σώματος τρέφεσθαι ἀναλαμβάνειν γὰρ . αὐτῷ ὥσπερ σπογγιά τὰ ἀπὸ τῆς τροφῆς θρεπτικά.
Τί πρῶτον τελεσιουργεῖται ἐν τῇ γαστρί.
17
οἱ Στωικοὶ ἅμα ὅλον γίνεσθαι.
17
Ἀριστοτέλης πρῶτον τὴν ὀσφὺν ὡς τρόπιν νεώς.
17
Ἀλκμαίων τὴν κεφαλήν, ἐν ἔστι τὸ ἡγεμονικόν
17
οἱ ἰατροὶ τὴν καρδίαν, ἐν ᾗ αἱ φλέβες καὶ αἱ ἀρτηρίαι.
17
οἱ δὲ τὸν μέγαν δάκτυλον τοῦ ποδός
17
ἄλλοι δὲ τὸν ὀμφαλόν.
Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα.
18
Ἐμπεδοκλῆς, ὅτε ἐγεννᾶτο τὸ τῶν ἀνθρώπων γένος ἐκ τῆς γῆς, τοσαύτην γενέσθαι τῷ μήκει τοῦ χρόνου διὰ τὸ βραδυπορεῖν τὸν ἥλιον τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ δεκάμηνος· προϊόντος δὲ τοῦ χρόνου, τοσαύτην γενέσθαι τὴν ἡμέραν, ὁπόση νῦν ἐστιν ἡ ἑπτάμηνος· διὰ τοῦτο καὶ τὰ δεκάμηνα γόνιμα καὶ τὰ ἑπτάμηνα τῆς φύσεως τοῦ κόσμου οὕτω μεμελετηκυίας, αὔξεσθαι ἐν μιᾷ ἡμέρᾳ ᾗ τίθεται νυκτὶ τὸ βρέφος.
18
Τίμαιος δʼ οὐ δώδεκα μῆνάς φησιν, ἐννέα δὲ νομίζεσθαι παρὰ τὰς ἐπισχέσεις τῶν μηνιαίων τῆς πρώτης συλλήψεως· οὕτω καὶ τὰ ἑπτάμηνα νομίζεσθαι, οὐκ ὄντα ἑπτάμηνα ἔγνω τε γὰρ καὶ μετὰ τὴν σύλληψιν πόσαι καθάρσεις.
18
Πόλυβος Διοκλῆς οἱ Ἐμπειρικοὶ καὶ τὸν ὄγδοον μῆνα ἴσασι γόνιμον, ἀτονώτερον δέ πως τῷ πολλάκις διὰ τὴν ἀτονίαν πολλοὺς φθείρεσθαι καθολικώτερον δὲ μηδένα βούλεσθαι τὰ ὀκτάμηνα τρέφειν, γεγενῆσθαι δὲ πολλοὺς ὀκταμηνιαίους ἄνδρας