Thesauros Literature miscellany Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων

Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων Pseudo-Plutarch

Book 5

29 Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν οὕτως· πυρετὸς ἐστι κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον· καθάπερ γὰρ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν αὐτὴν κινῇ, ἠρεμεῖ, ἀνέμου δʼ ἐμπνέοντος βιαίου παρὰ φύσιν, τότε ἐξ ὅλης κυκλεῖται, οὕτω καὶ ἐν τῷ σώματι ὅταν κινηθῇ τὸ αἷμα, τότε ἐμπίπτει μὲν εἰς τὰ ἀγγεῖα τῶν πνευμάτων, πυρούμενον δὲ θερμαίνει τὸ ὅλον σῶμα, ἀρέσκει δʼ αὐτῷ καὶ ἐπιγέννημα εἶναι ὁ πυρετὸς .
29 Διοκλῆς δέ φησιν· ὄψις ἀδήλων τὰ φαινόμενα ἐστι δέ, οἷς φαινομένοις ὁρᾶται ὁ πυρετὸς ἐπιγενόμενος, τραύματα καὶ φλεγμοναὶ καὶ βουβῶνες.

Περὶ ὑγείας καὶ νόσου καὶ γήρως.

30 Ἀλκμαίων τῆς μὲν ὑγείας εἶναι συνεκτικὴν τὴν ἰσονομίαν τῶν δυνάμεων, ὑγροῦ ξηροῦ ψυχροῦ θερμοῦ πικροῦ γλυκέος καὶ τῶν λοιπῶν· τὴν δʼ ἐν αὐτοῖς μοναρχίαν νόσου ποιητικήν· φθοροποιὸν γὰρ ἑκατέρου μοναρχία· καὶ νόσων αἰτία, ὡς μὲν ὑφʼ ἧς, ὑπερβολῇ θερμότητος ἢ ψυχρότητος· ὡς δʼ ἐξ ἧς, διὰ πλῆθος ἢ ἔνδειαν· ὡς δʼ ἐν οἷς, ἢ αἷμα ἐνδέον ἢ ἐγκέφαλος· τὴν δὲ ὑγείαν τὴν σύμμετρον τῶν ποιῶν κρᾶσιν.
30 Διοκλῆς πλείστας τῶν νόσων διʼ ἀνωμαλίαν τῶν ἐν τῷ σώματι στοιχείων καὶ τοῦ καταστήματος
30 Ἐρασίστρατος τὰς νόσους διὰ πλῆθος τροφῆς καὶ διʼ ἀπεψίας καὶ φθοράν, τὴν δʼ εὐταξίαν καὶ αὐτάρκειαν εἶναι ὑγείαν.
30 οἱ Στωικοὶ συμφώνως τὸ γῆρας γεγενῆσθαι διὰ τὴν τοῦ θερμοῦ ἔλλειψιν οἱ γὰρ αὐτοὶ πλέον ἔχοντες τὸ θερμὸν ἐπὶ πλεῖον γηρῶσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme